Ἀχαρναί

Stephanos of Byzantium - Ethnika

Ἀχαρναί OCR ✓ Trans ✓ Confirmed ✓
village
Ἀχαρναί, δῆμος τῆς Οἰνηίδος φυλῆς. Ἡρωδιανὸς Ἀχάρνης βαρύτονον. τὰ τοπικὰ ὡς ἀπὸ ὀξυτόνου, Ἀχαρνῆθεν. μήποτε δ´ ἀπὸ τοῦ Ἀχαρνεύς ἡ παραγωγή. ὁ δημότης Ἀχαρνεύς καὶ Ἀχαρνίτης καὶ Ἀχαρναῖος καὶ Ἀχαρνικός.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.327
char LCS 28 (17.0%) · word LCS 5 (16.7%)
Stephanos
Ἀχαρναί, δῆμος τῆς Οἰνηίδος φυλῆς. Ἡρωδιανὸς Ἀχάρνης βαρύτονον. τὰ τοπικὰ ὡς ἀπὸ ὀξυτόνου, Ἀχαρνῆθεν. μήποτε δ´ ἀπὸ τοῦ Ἀχαρνεύς ἡ παραγωγή. ὁ δημότης Ἀχαρνεύς καὶ Ἀχαρνίτης καὶ Ἀχαρναῖος καὶ Ἀχαρνικός.
Herodian
…ται. Αἰολεῖς δὲ φέρεναν αὐτὴν λέγουσιν ὁμοίως τῇ Ἔλεναν. * Ἔτι καὶ τὰ εἰς 'νη' μονογενῆ ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ 'ν' 'ρ' βαρύνεται, Ἰέρνη νῆσος ἐν τῷ πέρατι πρὸς ταῖς δυσμαῖς, Ἰουέρνη πόλις ἐν τῷ πόντῳ τῷ Πρετανικῷ. Ἀχάρναι δῆμος τῆς Οἰνηΐδος φυλῆς.