Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀχελῷος, ποταμὸς Ἀκαρνανίας. ἀπὸ Ἀχελῴου ἐλθόντος ἐκ Θετταλίας μετὰ Ἀλκμαίωνος. ἐκαλεῖτο δὲ Θόας ὁ ποταμός. τὸ ἐθνικὸν Ἀχελῷος ὁμοφώνως, καὶ Ἀχελῴα καὶ Ἀχελῳίς θηλυκόν.
Τὰ εἰς 'ος' καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ 'ω' μετὰ 'ι' προσγεγραμμένου παραληγόμενα προπερισπᾶται, πατρῷος, ἡρῷος καὶ Ἡρῷος, ἠῷος, Ἀχελῷος ποταμὸς Ἀκαρνανίας ἀπὸ Ἀχελῴου ἐλθόντος ἐκ Θετταλίας μετὰ Ἀλκμαίωνος καὶ τὸ ἐθνικὸν ὁμοφώνως, αἰδῷος, Μινῷος, Ἐλβῷος, Σαρδῷος, Πυθῷος, Ληθῷος, Ἰνδῷος, Γελῷος ὁ οἰκῶν Γέλαν πόλιν Σικελίας ἴσως ἀπὸ τοῦ γέλως. ὀρεσκῷος ἀπὸ τοῦ κείω τοῦ σημαίνοντος τὸ κοιμῶμαι καὶ τὸ ὄρος γέγονεν ὀρέσκειος κ…