Ἀχίλλειος δρόμος· νῆσος μετὰ τὴν Ταυρικήν. ἔστι καὶ νῆσος Ἀχίλλεια, ὡς δ’ ἔνιοι Λευκή. ἔστι καὶ κώμη ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος. ἔστι καὶ πόλις ἐν τῷ Σιγείῳ Ἀχίλλειον. ἔστι καὶ φρούριον Ἀχίλλειον πλησίον Σμύρνης καὶ τόπος ἐν Σικελίᾳ καὶ κώμη καὶ λιμὴν Μεσσήνης. τὸ ἐθνικὸν Ἀχιλλειώτης καὶ Ἀχιλλείτης δύναται εἶναι καὶ Ἀχιλλειοδρομίτης.
Translation pending