Ἀχραδίνη

Stephanos of Byzantium - Ethnika

Ἀχραδίνη OCR ✓ Trans ✓ Confirmed ✓
island
Ἀχραδίνη, νῆσος ἔχουσα πόλιν πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολιόρκησε Μάρκος ὁ Ῥωμαίων στρατηγός. ἀλλὰ καὶ Ἀχραδίνη μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον. τὸ ἐθνικὸν Ἀχραδιναῖος καὶ Ἀχραδῖνος.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.333
char LCS 86 (50.3%) · word LCS 16 (53.3%)
Stephanos
Ἀχραδίνη, νῆσος ἔχουσα πόλιν πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολιόρκησε Μάρκος ὁ Ῥωμαίων στρατηγός. ἀλλὰ καὶ Ἀχραδίνη μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον. τὸ ἐθνικὸν Ἀχραδιναῖος καὶ Ἀχραδῖνος.
Herodian
… καλεῖ Ἀμαντίαν μοῖραν Ἰλλυριῶν »καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην«. Ἀρκεσίνη μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμόργῳ τῇ νήσῳ. Πολύβιος δὲ ἀρσενικῶς τὸν Ἀρκεσίνην φησίν. Ἀχραδίνη νῆσος πόλιν ἔχουσα πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολέμησε Μάρκος ὁ Ῥωμαίων στρατηγός, ἀλλὰ καὶ Ἀχραδίνη μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον. Ἀσίνη πόλις Λακωνικὴ ἀπὸ Ἀσίνης θυγατρὸς Λακεδαίμονος, δευτέρα Μεσσήνης παρὰ τὴν Λακωνικήν, οἰκισθεῖσα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίας. ἔστι δὲ καὶ πόλις πρὸς Ἑρμιόνῃ. Βιβλίνη χώρα Θρᾴκης. ἀπὸ ταύτης ὁ Βίβλ…