Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄωρος, πόλις Κρήτης, ἀπὸ Ἀώρας νύμφης. μετωνομάσθη δ´ Ἐλευθήρα ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων. ὁ πολίτης Ἀώριος, ἢ Ἀωρίτης ὡς Ἀλωρίτης.
…ι, εἴτε κύριον εἴτε ἐπιθετικὸν εἴη ὡς καὶ Ἱερά· οὕτως γὰρ ἐκλήθη ἡ Τάρσος πόλις. καὶ τὸ περιστερὰ τετρασύλλαβον καὶ τὸ Ἐλευθεραί πληθυντικῶς λεγόμενον. ἔστι δὲ πόλις Βοιωτίας ἀπὸ Ἐλευθῆρος τοῦ Ἀπόλλωνος· ἔστι καὶ Κρήτης ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων, ἥτις καὶ Σάωρος ἐκαλεῖτο ἀπὸ Σαώρης νύμφης. ἔστι καὶ ἄλλη ἐπὶ τῷ Ἴστρῳ ποταμῷ ἐν τῷ Πόντῳ διὰ τὸ φυγόντας Αἰήτην τοὺς περὶ Ἰάσονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι. ἔστι καὶ πόλις Λυκίας ἀπότινος νύμφης. * Τὰ εἰς 'ηρα' ὑπερ…