Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βαβυλών, Περσικὴ πόλις, μητρόπολις, Σελεύκεια καλουμένη, κτίσμα Βαβυλῶνος, ἀνδρὸς σοφωτάτου, παιδὸς Βήλου, παλαίτατον, οὐχ ὡς Ἡρόδοτος ὑπὸ Σεμιράμιδος· ταύτης γὰρ ἦν ἀρχαιοτέρα ἔτεσι χιλίοις δύο, ὡς Ἑρέννιος. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις. τὸ ἐθνικὸν Βαβυλώνιος καὶ Βαβυλωνεύς, καὶ Βαβυλωνίς καὶ Βαβυλωνία τὰ θηλυκά.
…. Καστάλων μεγίστη πόλις Ὠρητανίας, ὡς Ἀρτεμίδωρος τρίτῳ γεωγραφουμένων. Ἀπόλλων, Κεφάλων, Ἀτιτάλλων. τὸ δὲ ἀμπελών καὶ καμηλών ὡς περιεκτικὰ ὀξύνεται· τὸ Βαβυλών ἀρσενικῶς, ἀφ´ οὗ καὶ ἡ πόλις. ἔστι γὰρ κτίσμα Βαβυλῶνος παιδὸς Βήλου παλαίτατον, οὐχ ὡς Ἡρόδοτος ὑπὸ Σεμιράμιδος· ταύτης γὰρ ἦν ἀρχαιοτέρα ἔτεσι χιλίοις δύο, ὡς Ἑρέννιος. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις. ὁμοίως καὶ τὸ μιμαλλών θηλυκόν, ἤτοι μαινάς. οὕτω Καλλίμαχος. Τὰ εἰς 'μων' μὴ ὄντα τοπικὰ ἢ ὁπότε μὴ ἐπὶ καιροῦ λαμβάνοιτο ἢ ἔχοι πρὸ τέλους τὸ 'υ' ἐκτεταμένον, βαρύνεται, Ἕρμων, Ἄλμων ἢ Σάλμων, πόλις Βοιωτίας, ἣν Ἑλλά…
Βαβυλών, Περσικὴ πόλις, μητρόπολις, Σελεύκεια καλουμένη, κτίσμα Βαβυλῶνος, ἀνδρὸς σοφωτάτου, παιδὸς Βήλου, παλαίτατον, οὐχ ὡς Ἡρόδοτος ὑπὸ Σεμιράμιδος· ταύτης γὰρ ἦν ἀρχαιοτέρα ἔτεσι χιλίοις δύο, ὡς Ἑρέννιος. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις. τὸ ἐθνικὸν Βαβυλώνιος καὶ Βαβυλωνεύς, καὶ Βαβυλωνίς καὶ Βαβυλωνία τὰ θηλυκά.
…(Β 677). λέγεται καὶ Κώως διὰ δύο 'ωω' καὶ Κόως, ἀφ´ οὗ τὸ παρ´ Ὁμήρῳ τοπικὸν «καί μιν ἔπειτα Κόωνδ´ εὐναιομένην ἀπένεικας» (Il. Ξ 255). λέγεται καὶ Κόος διὰ δύο 'οο'. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς. οὕτως γὰρ καὶ ὁ κτίστης. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις Κῶς. ἔστι δὲ καὶ κῶς τὸ ὄρυγμα τὸ ἐν