Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βαγίστανα, πόλις τῆς Μηδίας. καὶ ὄρος Βαγίστανον. τὸ ἐθνικὸν Βαγιστανηνός.
…. Ἄμανον ὄρος πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθῆκον. ἱστοροῦσι δὲ τὸν Ὀρέστην ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσαντα ἐν τούτῳ τῷ ὄρει τῆς μανίας λύσιν εὑρεῖν. ἔστι καὶ Ἄμμανα πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. Βαγίστανα πόλις τῆς Μηδίας καὶ ὄρος Βαγίστανον. Κάρβανα πόλις Λυκίας. Ῥαββατάμανα πόλις τῆς ὀρεινῆς Ἀραβίας. Σίμηνα πόλις Λυκίας, Τύμηνα κώμη Λυκίας. ἐκλήθη δὲ ἀπό τινος τράγου οὕτως ὀνομαζομένου, ὃς ἀπαλλασσόμενος ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένος, ᾧ κ…