Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βᾶλις, πόλις Λιβύης πρὸς τῇ Κυρήνῃ, ἀπό τινος Βάλεως, οὗ καὶ ἱερὸν ἔχει. ὁ πολίτης Βαλίτης.
…ας δὲ δεκάτῳ «ἀπὸ νύμφης Δαυλίδος» (c. 4, 7). οἱ δὲ ὕστερον Δαύλειάν φασι προπαροξυτόνως καὶ διὰ διφθόγγου. ἐναντιοῦται τὸ μαῦλις ἡ μάχαιρα καὶ τὸ τῆλις. τὸ δὲ τᾶλις ἡ μελλόγαμος τὸ 'α' μακρὸν ἔχει. Ἔτι βαρύνεται καὶ τὸ Βᾶλις πόλις Λιβύης πρὸς τῇ Κυρήνῃ, ἀπό τινος Βάλεως, οὗ καὶ ἱερὸν ἔχει. καὶ μᾶλις. καὶ Ἦλις πόλις πρὸς τῇ Ὀλυμπίᾳ ἀπὸ Ἠλίου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας καὶ τρίτη Ἱσπανίας. καὶ ὗλις ἡ ὑλία. καὶ Βοῦλις πόλις Φωκίδος ἀπὸ Βούλωνος οἰκιστοῦ, Πῶλις πόλις Αἰγύπτου. καὶ αὖλις ἡ ἔπα…