Βάρβαρος

Stephanos of Byzantium - Ethnika

Βάρβαρος OCR ✓ Trans ✓ Confirmed ✓
people
Entry #37
Greek source: meineke
Meineke: 158.9 | Billerbeck: Β37
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-07
Word count: 54
Source: vol1_402.jpg
Edit
Βάρβαρος, οὐκ ἐπὶ ἔθνους, ἀλλ´ ἐπὶ φωνῆς ἐλαμβάνετο· ὡς καὶ Ὅμηρος τοὺς Κᾶρας βαρβαροφώνους, ὡς πολεμίους τῶν Ἰώνων. εἴρηται παρὰ τοῖς νεωτέροις ἐθνικῶς, ἀφ´ οὗ Βαρβαρία. ἔστι δὲ χώρα παρὰ τὸν Ἀράβιον κόλπον Βαρβαρία, ἀφ´ οὗ καὶ Βαρβαρικὸν πέλαγος. τὸ δὲ βαρβαρικός οὐκ ἀπὸ τοῦ βαρβαρία, ἀλλ´ ἀπὸ τοῦ βάρβαρος. ἦν γὰρ Βαρβαριακός.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.194
char LCS 124 (47.3%) · word LCS 23 (43.4%)
Stephanos
Βάρβαρος, οὐκ ἐπὶ ἔθνους, ἀλλ´ ἐπὶ φωνῆς ἐλαμβάνετο· ὡς καὶ Ὅμηρος τοὺς Κᾶρας βαρβαροφώνους, ὡς πολεμίους τῶν Ἰώνων. εἴρηται παρὰ τοῖς νεωτέροις ἐθνικῶς, ἀφ´ οὗ Βαρβαρία. ἔστι δὲ χώρα παρὰ τὸν Ἀράβιον κόλπον Βαρβαρία, ἀφ´ οὗ καὶ Βαρβαρικὸν πέλαγος. τὸ δὲ βαρβαρικός οὐκ ἀπὸ τοῦ βαρβαρία, ἀλλ´ ἀπὸ τοῦ βάρβαρος. ἦν γὰρ Βαρβαριακός.
Herodian
…ώδαρος ὁ πατὴρ Σιδάκης. Ὕμαρος ὁ πατὴρ Γέλωνος. Ἄψαρος τόπος ἐν Εὐξείνῳ πόντῳ Ἄψυρτος πρότερον λεγόμενος. Τὰ εἰς 'ρος' ὑπερδισύλλαβα δεδιπλασιασμένα κατ´ ἀρχὴν καὶ τὴν πρώτην συλλαβὴν εἰς 'ρ' καταλήγοντα προπαροξύνεται, βάρβαρος· οὐκ ἐπὶ ἔθνους, ἀλλ´ ἐπὶ φωνῆς ἐλαμβάνετο ὡς καὶ Ὅμηρος τοὺς Κᾶρας βαρβαροφώνους ὡς πολεμίους τῶν Ἰώνων. εἴρηται παρὰ τοῖς νεωτέροις ἐθνικῶς. Τάρταρος. Κράτης τὸν ὑπὸ τοῖς πόλοις ἀέρα παχύν τε καὶ ψυχρόν τινα καὶ ἀφώτιστον· Ὅμηρος δὲ τόπον εἶναι συνέχοντα τοὺς περὶ Κρόνον καὶ ὑπὸ γῆν ὄντας. λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. Γάργαρος ὁ Διός, ἀφ´…