Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βάργασα, πόλις Καρίας, ἀπὸ Βαργάσου τοῦ υἱοῦ Βάργης καὶ Ἡρακλέους, ὃν ἐδίωξε Λάμος ὁ Ὀμφάλης καὶ Ἡρακλέους, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. τὸ ἐθνικὸν Βαργασηνός, ὡς αὐτὸς ἑκκαιδεκάτῳ, ὡς Ἔδεσσα Ἐδεσσηνός Γερασηνός Ἐμεσηνός.
…ν καὶ Κάλυνδα ὁρμῆσαι«. Ἄμβασον μητρόπολις τῶν Φρυγῶν. Μέγασα πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει Ἀσίας »ἐξ αὐτῆς Σιτοφάγοι καὶ Ἀροτῆρες......« Μέδμασα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Ἅρπασα πόλις Καρίας ἀπὸ Ἁρπάσου ποταμοῦ. Βάργασα πόλις Καρίας ἀπὸ Βαργάσου τοῦ υἱοῦ Βάργης καὶ Ἡρακλέους, ὃν ἐδίωξε Λάμος ὁ Ὀμφάλης καὶ Ἡρακλέους, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Γέρασα πόλις τῆς κοίλης Συρίας, τῆς δεκαπόλεως. Μύλασα πόλις Καρίας ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Πήγασα πόλις Καρίας. δεῖ δὲ οὐ διὰ …