Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βαργύλια, οὐδετέρως, πόλις Καρίας, ἣν Ἄνδανον οἱ Κᾶρές φασιν, Ἀχιλλέως κτίσμα λέγοντες. ἔστι δὲ πλησίον Ἰάσου καὶ Μύνδου. ὠνομάσθη δὲ ἀπὸ Βαργύλου, ὃς πληγεὶς ὑπὸ Πηγάσου τελευτᾷ, Βελλεροφόντης δ´ ἀνιαθεὶς ἐπὶ τῷ ἑταίρῳ πόλιν ἔκτισε Βαργύλια. καὶ ἡ θάλασσα Βαργυλιακὸς κόλπος ἐξ αὐτοῦ. ὁ πολίτης Βαργυλιάτης.
…ιον, κανθήλιον τὸ ἐπὶ τῇ πρύμνῃ ἐπικαμπὲς ξύλον. ἑδώλιον τὸ βάθρον τῆς νεώς, ἐφ´ ὃ καθέζονται οἱ ἐρέσσοντες. τραγάλιον, οἰνοπώλιον, ἀρτοπώλιον. Βαργύλια πόλις Καρίας, ἣν Ἄνδανον οἱ Κᾶρές φασιν, Ἀχιλλέως κτίσμα λέγοντες. ὠνομάσθη δὲ ἀπὸ Βαργύλου, ὃς πληγεὶς ὑπὸ Πηγάσου τελευτᾷ, Βελλεροφόντης δ´ ἀνιαθεὶς ἐπὶ τῷ ἑταίρῳ ἔκτισε Βαργύλια. Ἰδάλιον πόλις Κύπρου. Ὀμφάλιον τόπος Κρήτης πλησίον Θενῶν καὶ Κνωσσοῦ. ἔστι καὶ Θετταλίας. Ἐπιτάλιον πόλις τῆς Τριφυλίας. Πολύβιος τετάρτῃ. Ἀμφιμάλιον πόλις Κρήτης ἀπὸ Ἀμφιμάλου. λέγεται καὶ Ἀμφίμαλα. Σ…