Βάρκη, πόλις Λιβύης, ἥ τις καὶ Πτολεμαΐς. ἦν δ´ ἐκ πλινθίνων οἰκοδομημάτων συντεθεῖσα, κτίσμα Περσέως Ζακύνθου Ἀριστομέδοντος Λύκου. λέγεται καὶ Βάρκαια, ἐξ οὗ τὸ Βαρκαιάτης. τοῦ δὲ Βάρκη Βαρκαῖος. καὶ Βαρκαῖον τὸν Λίβυν φασί. Βαρκαῖον αἶπος. οἳ τὰς ἱπποτροφίας παρὰ Ποσειδῶνος, ἡνιοχεῖν δὲ παρὰ Ἀθηνᾶς ἔμαθον.
Translation pending