Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βεβρύκων, ἔθνη δύο, τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, ὅτι ἀπὸ Βέβρυκος ἢ ἀπὸ Βεβρύκης, καὶ ἄλλοι ἄλλως. τὸ ἐθνικὸν Βεβρύκιος καὶ Βεβρυκία. εὕρηται καὶ Βέβρυσσα ὡς Φοίνισσα Κίλισσα Θρῇσσα. ἔχει γὰρ οἰκειότητα τὸ « σ » πρὸς τὸ « ξ ».
…δος ὡς Ἀλέξανδρος ὁ Μύνδιος, κῆρυξ, Κῆϋξ, κῶδυξ ἐπὶ τοῦ κωδύου, Νᾶρυξ· ἔστι δὲ πόλις Λοκρίδος θηλυκῶς λεγομένη, τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν· λέγεται καὶ Ναρύκη. βαῖτυξ ἡ βδέλλα, ἦλυξ ἡ σκιά, πῶϋγξ. Βέβρυξ, ἔστι δὲ ἔθνη δύο τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, ὅτι ἀπὸ Βέβρυκος ἢ Βεβρύκης καὶ ἄλλοι ἄλλως. βόμβυξ αὐλοῦ τι εἶδος καὶ ζῷον, ἀφ´ οὗ τὰ βομβύκινα ὑφάσματα, κατὰ Λάκωνας δὲ στάμνον δηλοῖ. Σάμβυξ κύριον· ἔστι δὲ καὶ ποταμὸς καὶ ἔθνος. Ἄμπυξ κύριον ὄνομα καὶ κόσμος ἤγουν κεφαλοδέσμιον καὶ …