Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βεληδόνιοι, ἔθνος παρ´ ὠκεανῷ. Παρθένιος ἐν Δήλῳ “οὐδ´ ἐπὶ τηλίστων ἄκρα Βεληδονίων”.
…ορον Σίνδοις. Τυρμένιος Σκυθικὸν ἔθνος ναυτικώτατον. ἑρμηνεύονται δὲ φυγάδες. ὠγένιος ὁ ἀρχαῖος. Παρθένιος ὁ Νικαεὺς Δήλῳ «σὺν τῇ ἐγὼ Τηθύν τε καὶ ὠγενίης Στυγὸς ὕδωρ». Ὀλβυσίνιος ἔθνος. Χαόνιος, Χαλκηδόνιος. Βεληδόνιος ἔθνος παρ´ Ὠκεανῷ. Παρθένιος ἐν Δήλῳ «οὐδ´ ἐπὶ τηλίστων ἄκρα Βεληδονίων». Βιστόνιος, ὅπερ καὶ ἐκτέταται ποιητικῶς Βιστώνιος. Χελιδόνιος ἔθνος Ἰλλυρικόν· Ἑκαταῖος Εὐρώπῃ «Σεσαρηθίων πρὸς βορέω οἰκέουσι Χελιδόνιοι». Ἑρκύνιος. Ἀλέξανδρος Εὐρώπῃ. τὸ δὲ Κλονίος παροξύνεται ὡς κύριον καὶ τρισύλλα…