Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βελών, πόλις καὶ ποταμὸς ἐν τῇ Βαιτίκῃ τῆς Ἱσπανίας. ὁ πολίτης Βελώνιος.
…μυλών ὡς τοπικὰ ὀξύνονται. ὁμοίως καὶ Αὐλών πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. δευτέρα πόλις Ἀρκαδίας. τρίτη πόλις Κρήτης ἢ τόπος. ἔστι καὶ τόπος Ἀραβίας. ἔστι καὶ Αὐλών ὃν ἐπόλισαν Κροτωνιᾶται, ἥτις ὠνομάσθη Καυλωνία—καὶ Βελών πόλις καὶ ποταμὸς ἐν τῇ Βαιτίκῃ τῆς Ἱσπανίας. Τὰ εἰς 'λων' λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνονται μὴ ὄντα περιεκτικά, Ἀσκάλων πόλις Συρίας πρὸς τῇ Ἰουδαίᾳ Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησιν ὅτι Τάνταλος καὶ Ἄσκαλος παῖδες Ὑμεναίου. τὸν δὲ Ἄσκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν…