Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βέμβινα, κώμη τῆς Νεμέας. Ἑλλάνικος δὲ Βέμβινον καὶ πόλιν φησίν. ὁ πολίτης Βεμβινίτης ὡς Σταγειρίτης. παρὰ δὲ Ῥιανῷ Βεμβινάτης. ἔοικεν οὖν [ὡς] Αἰγινάτης καὶ Αἰγινήτης κατὰ τροπήν, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ “δέρμα τε θήρειον Βεμβινήταο λέοντος”. καὶ ἄλλως “καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος”. τὸ ἐκ τόπου ἐπίρρημα Βεμβίνηθεν, καὶ εἰς τόπον Βεμβινάδε.
…Σιδήτης, πολιήτης κατὰ πλεονασμὸν τοῦ 'η' ὥσπερ μυθιήτης καὶ Κεραμιήτης καὶ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. Αἰγινήτης κατὰ τροπὴν ἀπὸ τοῦ Αἰγινάτης· ἔστι καὶ Αἰγινήτης πολίχνιον καὶ ποταμὸς Παφλαγονίας· οὕτω καὶ Βεμβινήτης, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ »δέρμα τε θήρειον Βεμβινήταο λέοντος« καὶ ἄλλως »καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος«. καὶ Βαργυλιήτης, Μασσαλιήτης, Μαλειήτης »Μαλειήτης τρύπανον αἰπολικόν«. στρατιώτης, νησιώτης, ταξεώτης, βοώτης, γαλεώτης. ἔστι δὲ καὶ Γαλεώτης ἔθνος ἐν Σικελίᾳ ἢ ἐν τῇ Ἀττικῇ ἀπὸ Γαλεώτου υἱοῦ Ἀπόλλωνος καὶ Θεμιστοῦς,…