Βέννα, μία φυλὴ τῶν ἐν Ἐφέσῳ πέντε, ἧς οἱ φυλέται Βενναῖοι, ὡς Ἔφορος. ὅτι Ἄνδροκλος ὁ κτίσας Ἔφεσον. “οὗτος Πριηνεῦσι βοηθήσας ἐτελεύτησε καὶ οἱ πολλοὶ Ἐφέσιοι σὺν αὐτῷ. οἱ οὖν καταλειφθέντες Ἐφέσιοι ἐστασίασαν κατὰ τῶν Ἀνδρόκλου παίδων, καὶ βουλόμενοι βοήθειαν ἔχειν πρὸς αὐτοὺς ἐκ Τέω καὶ Καρήνης ἀποίκους ἔλαβον, ἀφ´ ὧν ἐν Ἐφέσῳ δύο φυλαὶ τῶν πέντε τὰς ἐπωνυμίας ἔχουσιν· οἱ μὲν γὰρ ἐν Βέννῃ Βενναῖοι, οἱ δ´ ἐν Εὐωνύμῳ τῆς Ἀττικῆς Εὐώνυμοι. οὓς δ´ ἐξ ἀρχῆς ἐν Ἐφέσῳ κατέλαβον Ἐφεσίους φασί, τοὺς δ´ ὕστερον ἐπήλυδας Τηίους καὶ Καρηναίους ἀποκαλοῦσι”.
Translation pending