Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βέργη, πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. τὸ ἐθνικὸν Βεργαῖος. Στράβων δὲ κώμην αὐτὴν λέγει, ἐξ ἧς ὁ Βεργαῖος Ἀντιφάνης ὁ κωμικός. ἄπιστα δὲ οὗτος συνέγραψεν, ὥς φασιν· ἀφ´ οὗ καὶ παροιμία βεργαΐζειν ἀντὶ τοῦ μηδὲν ἀληθὲς λέγειν. λέγεται καὶ Βέργιον ὑποκοριστι…
…ι τὸ ξίφος, λάβη. γίνεται καὶ τροπῇ τοῦ 'α' εἰς 'ω' λώβη ὡς φᾶρος φωριαμός. Τὰ εἰς 'γη' δισύλλαβα ἔχοντα τὴν πρώτην εἰς σύμφωνον λήγουσαν, προσηγορικὰ ὄντα, ὀξύνεται, φθογγή, κλαγγή, ὀργή, στοργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. Στράβων δὲ κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφ´ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ´ οὗ Βελγ…