Βερενικίδαι, δῆμος τῆς Πτολεμαΐδος φυλῆς. δέκα γὰρ φυλὰς ἔχοντες Ἀθηναῖοι προσέθεσαν δύο, Ἀντιγονίδα καὶ Δημητριάδα καλοῦντες, ὕστερον δὲ Ἀτταλίδα καὶ Πτολεμαΐδα, διὰ τῶν ἐπωνύμων εὐεργετηθέντες βασιλέων. ὅθεν καὶ τὴν βουλὴν πεντακοσίων οὖσαν ἑξακοσίων ἐποίησαν· ἑκάστη γὰρ φυλὴ πεντήκοντα εἶχεν, οἳ κατὰ μῆνα ἐπρυτάνευον. ἀπὸ δὲ Βερενίκης τῆς Μάγα θυγατρός, γυναικὸς δὲ Πτολεμαίου, ὠνομάσθησαν Βερενικίδαι οἱ δημόται. καὶ ἄλλα γὰρ ἐξηνέχθη πατρωνυμικῶς. Αἰθαλίδαι γὰρ καὶ Βουτάδαι. τὰ εἰς τόπον εἰς Βερενικιδῶν φασι, τὰ δ´ ἐν τόπῳ ἐν Βερενικιδῶν.
Translation pending