Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βέρεξ, ἔθνος μεταξὺ Ἰνδίας καὶ Αἰθιοπίας, ὡς Τιμοκράτης ὁ Ἀδραμυττηνός.
…ηνειοῦ καὶ Βούρας παῖς, ἀφ´ οὗ πόλις Θεσσαλίας κτισθεῖσα ἐκλήθη Ἄτραξ καὶ Ἀτρακία. καὶ τὸ ἐθνικὸν Ἄτραξ ὁμοφωνεῖ τῇ πόλει. Λυκόφρων (v. 1309) «καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους». Τὰ εἰς 'εξ' ὀνόματα βαρύνεται, Λέλεξ, Βέρεξ ἔθνος μεταξὺ Ἰνδίας καὶ Αἰθιοπίας ὡς Τιμοκράτης ὁ Ἀδραμυττηνός, ἐπίτεξ, ἀγχίτεξ, πινυτάλεξ καὶ εἴ τι ὅμοιον. Τὰ εἰς 'οξ' ὀνόματα βαρύνονται· σπάνια δέ εἰσιν· Ἀλλόβροξ, ἔθνος Γαλατικόν· Πολύβιος δὲ διὰ τοῦ 'ι' αὐτοὺς καλεῖ Ἀλλόβριγας καὶ ὡσαύτως δὲ οἱ πλείους, Ἀπολλόδωρος δὲ διὰ τοῦ…