Βέσβικος, νησίδιον περὶ Κύζικον, ὡς Διογένης ὁ Κυζικηνὸς ἐν πρώτῃ τῶν ἑπτὰ περὶ τῆς πατρίδος νήσων λέγων “Προκόννησος καὶ Φοίβη καὶ Ἁλώνη καὶ Φυσία καὶ Ὀφιοῦσσα καὶ Βέσβικος, γόνιμοι καὶ λιπαραί.” Ἀγαθοκλῆς δὲ ἐν πρώτῃ περὶ Κυζίκου φησὶν ὅτι “κτίσμα ἐστὶ Φερσεφόνης καὶ ὄνομα ἔχει Γίγαντος. οἱ γὰρ Γίγαντες ἀπορρήξαντες αἰγιαλοὺς ἐκύλιον διὰ τῆς θαλάσσης, ἐγχῶσαι τὰς ἐκβολὰς τοῦ Ῥυνδάκου ζητοῦντες. ἡ δὲ κόρη ἀγωνιῶσα περὶ Κυζίκου τὰς πέτρας ἐρρίζωσε καὶ νῆσον ἐποίησεν, ἥτις ἀφ´ ἑνὸς τῶν ὕστερον οἰκισάντων Πελασγῶν προσηγόρευται Βέσβικος, ἐφ´ ᾗ τοὺς λειπομένους τῶν Γιγάντων ἠφάνισε σὺν Ἡρακλεῖ”. τὸ ἐθνικὸν Βεσβικηνός.
Translation pending