Βῆλος ἡ καὶ Μῆλος

Stephanos of Byzantium - Ethnika

Βῆλος ἡ καὶ Μῆλος OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #85
Greek source: meineke
Meineke: 166.22 | Billerbeck: Β85
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-08
Word count: 63
Source: vol1_420.jpg
Edit
Βῆλος ἡ καὶ Μῆλος, πρὸς ταῖς Ἡρακλέους στήλαις, ἀμφοτέρων ἐτύμως λεγομένων, τῷ τοὺς ἀρχαίους βηλὸν λέγειν τὸν οὐδὸν τῆς θύρας, καὶ ταύτην κεῖσθαι παρὰ τὸν οὐδὸν τοῦ ὠκεανοῦ. Μῆλος δὲ καὶ Μηλαρία, δύο πόλεις ἐπὶ τοῖς πέρασι, τὴν αὐτὴν ἔμφασιν ἔχουσιν ἀπὸ τῆς κλήσεως τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. τὸ ἐθνικὸν Βηλαῖος καὶ Μηλαῖος, ὡς Νεῖλος Νειλαῖος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.155
char LCS 264 (86.3%) · word LCS 54 (87.1%)
Stephanos
Βῆλος ἡ καὶ Μῆλος, πρὸς ταῖς Ἡρακλέους στήλαις, ἀμφοτέρων ἐτύμως λεγομένων, τῷ τοὺς ἀρχαίους βηλὸν λέγειν τὸν οὐδὸν τῆς θύρας, καὶ ταύτην κεῖσθαι παρὰ τὸν οὐδὸν τοῦ ὠκεανοῦ. Μῆλος δὲ καὶ Μηλαρία, δύο πόλεις ἐπὶ τοῖς πέρασι, τὴν αὐτὴν ἔμφασιν ἔχουσιν ἀπὸ τῆς κλήσεως τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. τὸ ἐθνικὸν Βηλαῖος καὶ Μηλαῖος, ὡς Νεῖλος Νειλαῖος.
Herodian
…ια τῷ 'η' παραληγόμενα περισπᾶται, οἷον Μῆλος Μαντοῦς υἱός, ἀφ´ οὗ Μαλόεις τόπος ἐν Λέσβῳ, ὡς Ἑλλάνικος ἐν Λεσβιακῶν πρώτῳ καὶ Μῆλος μία τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. ἔστι καὶ κώμη τῆς Ἀκαρνανίας. Βῆλος ὁ Ζεύς καὶ Βῆλος ἡ καὶ Μῆλος πρὸς ταῖς Ἡρακλέους στήλαις ἀμφοτέρων ἐτύμως λεγομένων τῷ τοὺς ἀρχαιοὺς βηλὸν λέγειν τὸν οὐδὸν τῆς θύρας καὶ ταύτην κεῖσθαι παρὰ τὸν οὐδὸν τοῦ Ὠκεανοῦ. Μῆλος δὲ καὶ Μηλαρία δύο πόλεις ἐπὶ τοῖς πέρασι, τὴν αὐτὴν ἔμφασιν ἔχουσιν ἀπὸ τῆς κλήσεως τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Δῆλος μία τῶν Κυκλάδων. ἢ παρὰ τὰς γονάς· ἱερὸν γὰρ Δῆλος τοῦ Ἀπόλλωνος τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομένου. ἢ διὰ τὰς μαντείας· δηλοῦσα γὰρ τὰ δυσεύρετα. Σφῆλος ὄνομα κύριον. Τῆλος νῆσος τῶν Κυκλάδων ὁμοφώνως τῷ οἰκιστῇ…