Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βήνη, πόλις Κρήτης ὑπὸ Γόρτυν τεταγμένη. τὸ ἐθνικὸν Βηναῖος. Ῥιανὸς γὰρ ὁ ποιητὴς Βηναῖος ἦν ἢ Κερεάτης ἢ Κρής.
…, εἰ μὴ περιεκτικὰ εἴη, Ῥήνη νῆσος μικρὰ πλησίον Δήλου. λέγεται καὶ Ῥηνίς καὶ Ῥηναία. Σήνη πόλις Κελτική, φήνη τὸ ὄρνεον «φήνῃ ἐειδομένη» (γ 372), γλήνη ὁ ῥύπος, κρήνη, μήνη ἡ σελήνη. χήνη καὶ καταχήνη τὸ γέλασμα. Λήνη, Βήνη πόλις Κρήτης ὑπὸ Γόρτυν τεταγμένη. τὸ μέντοι σκηνή ὀξύνεται ὡς προσηγορικὸν περιεκτικὴν ἔχον ἔννοιαν. ὡσαύτως καὶ Σκηναί πόλις ἀξιόλογος Περσική ὡς Στράβων ιϛʹ. Τὰ διὰ τοῦ 'ηνη' τρισύλλαβα μονογενῆ βαρύνεται, Ἀρήνη πόλεις δύο, Μεσσήνης καὶ Τριφυλίας. Ὅμηρος…