Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βιβλίνη, χώρα Θρᾴκης. ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος. οἱ δὲ ἀπὸ Βιβλίας ἀμπέλου. Σῆμος δ´ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νάξου ποταμὸς Βίβλος.
…. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον. Ἀσίνη πόλις Λακωνικὴ ἀπὸ Ἀσίνης θυγατρὸς Λακεδαίμονος, δευτέρα Μεσσήνης παρὰ τὴν Λακωνικήν, οἰκισθεῖσα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίας. ἔστι δὲ καὶ πόλις πρὸς Ἑρμιόνῃ. Βιβλίνη χώρα Θρᾴκης. ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος. οἱ δὲ ἀπὸ Βιβλίας ἀμπέλου. Σῆμος δ´ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νάξου ποταμὸς Βίβλος. Βολβιτίνη πόλις Αἰγύπτου. Ἑκαταῖος. Βολίνη πόλις Ἀχαΐας, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ. Βουλίνη πόλις περὶ Ἰλλυρίαν, ὥς φησιν Ἀρτεμίδωρος, ἀφ´ ἧς τὸ ἐθνικὸν Βουλῖνοι. Ἐλεφαντίνη πόλις Αἰγύπτου. Παρθένιος δὲ Ἐλεφαντίδα α…