Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βισάνθη, πόλις Μακεδονίας κατὰ Θρᾴκην Ἑλληνίς, ἄποικος Σαμίων. τὸ ἐθνικὸν Βισανθηνός. ἀφ´ ἧς Φαίδιμος ἐλεγείων ποιητὴς Βισανθηνὸς ἢ Ἀμαστριανὸς ἢ Κρωμνίτης.
…. ὁ δὲ Φιλόξενος ἐν τῷ ῥηματικῷ λέγει, ἀπὸ τοῦ πεύθω πευθή καὶ ποθή. Τὰ εἰς 'θη' μονογενῆ ὑπερδισύλλαβα βαρύνεται, καλάθη καὶ Καλάθη πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησι. Βισάνθη πόλις Μακεδονίας κατὰ Θρᾴκην Ἑλληνίς, ἄποικος Σαμίων. Ἰάνθη, λυκάνθη, Οἰάνθη πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἑλλάνικος δὲ Οἰάνθειαν αὐτήν φησι. Ἀμάθη πόλις Φοινίκης. ἔστι καὶ Σικελίας Ἀμαθαί πληθυντικῶς. Ἀριάνθη πόλις Οἰνωτρῶν. Ἀρίνθη πόλις Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἑκαταῖος Ε…