Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βιστονία, πόλις Θρᾴκης, ἀπὸ Βιστόνος τοῦ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. ἀδελφὸς δὲ ἦν Ὀδόμαντος καὶ Ἠδωνοῦ. ἔνιοι δὲ Παίονος τοῦ Ἄρεος παιδός. τὸ ἐθνικὸν Βιστών, τῶν εἰς « των » δισυλλάβων βαρυνομένων, οἷον Πλάτων Κρίτων, εἰ μὴ διαστολὴ γένοιτο σημαινομένου· χιτών γὰρ πρὸς διαστολὴν ὀξύνεται τοῦ κυρίου καὶ ποταμο…
ὀξύνεται, οἷς ἠκολούθησε καὶ τὸ Πλατανιστών ὄνομα ποταμοῦ. τὸ δὲ Βιστών ὡς διὰ τοῦ 'ο' κλινόμενον ἐθνικὸν ὀξύνεται. ὁμοφωνεῖ δὲ τῷ κτιστῇ Βιστόνι τῷ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. ἀδελφὸς δὲ ἦν Ὀδομάντου ἢ Ἠδωνοῦ. ἔνιοι δὲ Παίονος τοῦ Ἄρεος παιδός. Τὰ εἰς 'φων' ἀρσενικὰ σύνθετα διὰ τοῦ 'ντ' κλινόμενα περισπᾶται, Ἀγλαοφῶν, Ξενοφῶν, Ἀντιφῶν, Δημοφῶν, Εὐρυφῶν Ὁμήρου υἱός, Νικοφῶν ὁ κωμικός, Ἀριστοφῶν, ὁ Βελλεροφόντης κατά…