Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βλέμυες, ἔθνος βαρβαρικὸν Λιβύης, ἀπὸ Βλέμυος ἑνὸς τῶν Δηριάδου τριῶν ὑποστρατηγῶν τῶν σὺν αὐτῷ Διονύσῳ πολεμησάντων. ἦσαν δὲ Ὀρόντης καὶ Ὀρουάνδης καὶ Βλέμυς.
Λίβυ, Πόλτυς, ἀφ´ οὗ Πολτυμβρία ἡ Πόλτυος πόλις, Σῆλυς, ἀφ´ οὗ Σηλυμβρία, Ζῆλυς ὁ ποταμός. Βίθυς ὁ Ἄρεος καὶ Σίντης, ἀφ´ οὗ Βιθύαι ἔθνος Θρᾴκης, Βλέμυς ἔθνος βαρβαρικὸν Λιβύης ἀπὸ Βλέμυος. Φλέγυς ἔθνος, ὃ καὶ Φλεγύας ἢ Φλεγύης, Γόρδυς Τριπτολέμου παῖς, ἀφ´ οὗ Γορδυαία χώρα Περσική, Γόρτυς ἥρως, ἀφ´ οὗ Γόρτυν πόλις Κρήτης, Δίρφυς ὄρος Εὐβοίας, ὡς Εὐφορίων, Κάπυς ὁ πατὴρ Ἀγχίσου. Λίγυς ἔθνος Ἰβηρικόν, Μάζυ…