Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βοίβη, πόλις Θεσσαλίας. Ὅμηρος “Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν”. ἔστιν οὖν καὶ πόλις καὶ λίμνη Βοιβιάς, ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφύρας κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. καὶ ἐν Μακεδονίᾳ λίμνη Βοίβη. τὸ ἐθνικὸν τῆς Βοίβης Βοιβεύς καὶ Βοιβηίς θηλυκόν· εἰ δὲ καὶ Βοιβαῖος, οὐ κωλύει. ἔστι καὶ Βοιβήιον πόλις. λέγεται δὲ καὶ Βοιβία ἡ λίμνη.
Τὰ εἰς 'οιβη' κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν« (Β 712) ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφυρὰς κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. προσηγορικὰ δὲ ὀξύνεται, λοιβή, στοιβή, ἀμοιβή. Τὰ εἰς 'βη' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα μὴ προσηγορικὰ τῇ 'οι' παραληγόμενα βαρύνεται, ἥβη, Θήβη πόλις Βοιωτίας διάσημος ἀπὸ Θήβης τῆς Προμηθέως. ἔστι καὶ ἄλλη Αἰγ…
Βοίβη, πόλις Θεσσαλίας. Ὅμηρος “Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν”. ἔστιν οὖν καὶ πόλις καὶ λίμνη Βοιβιάς, ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφύρας κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. καὶ ἐν Μακεδονίᾳ λίμνη Βοίβη. τὸ ἐθνικὸν τῆς Βοίβης Βοιβεύς καὶ Βοιβηίς θηλυκόν· εἰ δὲ…
…ληκος ὄνομα· ὀρνέου, μαληκός δὲ ἀπὸ τοῦ μαλακός τροπῇ τοῦ 'α' εἰς 'η' ὀξύνεται, πίθηκος. Πήληκος πόλις ἐν Λιβύῃ, Ζάληκος ὄνομα ποταμοῦ, Ἀμάληκος, ἀφ´ οὗ Ἀμαληκῖτις ἐκλήθη. Κόθωκος ὄνομα ἥρωος. τὸ δὲ Ἰωλκός πόλις Θεσσαλίας «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» (Il. Β 712) ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, καὶ Ἀρδησκός ὀξύνεται. Τὰ εἰς 'κος' παραληγόμενα 'αι' ἢ 'οι' μὴ ἐπιθετικὰ προπαροξύνεται, Πάταικος, Φάλαικος, Μίθαικος, σόλοικος, μόνοικος τὸ κατὰ συναλοιφήν. ἔστι καὶ πόλις Λιγυστική…
Βοίβη, πόλις Θεσσαλίας. Ὅμηρος “Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν”. ἔστιν οὖν καὶ πόλις καὶ λίμνη Βοιβιάς, ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφύρας κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. καὶ ἐν Μακεδονίᾳ λίμνη Βοίβη. τὸ ἐθνικὸν τῆς Βοίβης Βοιβεύς καὶ…
…ντος, καὶ ἡ χώρα. Ἴμυρα πόλις Φοινίκης. Κόσσυρα Λιβύης νῆσος, Λάμυρα πόλις Λυκίας. Λίμυρα πόλις Λυκίας ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Συρίας. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἴτε ὄνομα πόλεως εἴη εἴτε ἐπιθετικόν. ἔστι δὲ πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυράς« (Il. Β 712). ἔστι δὲ καὶ κώμη Κιλικίας Γλαφυραί. Τὰ εἰς 'ρα' μακρὸν τῷ 'ω' παραληγόμενα βαρύνεται, χώρα, ψώρα, ὥρα, ὤρα, μεθ´ ὧν καὶ πρῷρα, εἰ καὶ συστέλλει τὸ 'α'. Τὰ εἰς 'ρα' ἁπλᾶ μονογενῆ τρισύλλαβα παραληγόμενα τῷ …