Βοιόν, ἣν Ὅμηρος ἔοικε Βοίβην λέγειν. ἔστι δὲ Δωρικὴ πόλις οὐδετέρως λεγομένη καὶ θηλυκῶς. ἔστι Βοιαί καὶ Κρήτης πόλις. ὁ πολίτης Βοιάτης, ὡς Καρύαι Καρυάτης, Πιτάναι Πιτανάτης, Θαλάμαι Θαλαμάτης. λέγεται καὶ Βοιαῖος, ὡς Ἔφορος. Ἡρωδιανὸς δὲ Βοιίτης φησίν, ἴσως παρὰ τὸ Βοιόν, ὡς λίκνον λικνίτης. εἰσὶ καὶ Βοιοί ἔθνος Κελτογαλατῶν. ἔστι καὶ Βοιανόν πόλις Σαυνιτῶν.
Translation pending