Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
… Σικελικὸν καὶ Ἀδριατικὸν κόλπον, τοὺς δὲ πρὸς Αἴγυπτόν τε καὶ Κύπρον καὶ τὰς ἄλλας νήσους, τοὺς δὲ πρὸς τὸν Εὔριπον καὶ Μακεδονίας καὶ Θεσσαλίας θάλασσαν. γενέσθαι δέ φασι Βοιωτὸν Ἰτώνου τοῦ Ἀμφικτύονος, τοῦ κατ´ αὐτὸν νεωτέρου τῶν Δευκαλίωνος καὶ Πύρρας παίδων. Νικόστρατος δέ φησιν ὅτι Ποσειδῶνος καὶ Ἄρνης ἦν παῖς. Εὐφορίων ὄφρα κε μαντεύοιτο μεθ´ υἱάσι Βοιωτοῖο, τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκεν Ἄρνη, Βοιωτὸν δ´ ὀνόμηνε. τὸ γὰρ καλέσαντο νομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις. καὶ Εὐριπίδης “τὸν δ´ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν”. Κάστωρ δὲ ἀπὸ τῆς καθηγησαμένης Κάδμῳ βοὸς λεχθῆναι τὴν χώραν οὕτω. τινὲς δ´ ὡς οὐκ ὄντας ταῖς διανοίαις τοὺς Βοιωτοὺς ἄγαν εὐκινήτους. ἐκαλεῖτο δὲ Ἀονία καὶ Μεσσαπία καὶ Ὠγυγία. καὶ Καδμηίς, ὡς Θουκυδίδης. Ἔφορος δέ …
…αὶ ποταμὸς προπαροξύνεται ὑπερβαῖνον τὴν τρισυλλαβίαν. Τὰ εἰς 'τος' τρισύλλαβα παραληγόμενα τῷ 'ω' ὀξύνεται, πτερωτός, τορνωτός, χρυσωτός, αὐλωτός, κηρωτός, κροκωτός, Βοιωτός, ὃν γενέσθαι φασὶ Ἰτώνου τοῦ Ἀμφικτύονος τοῦ νεωτέρου τῶν Δευκαλίωνος καὶ Πύρρας παίδων. Νικόστρατος δέ φησιν, ὅτι Ποσειδῶνος καὶ Ἄρνης ἦν παῖς. Εὐφορίων ὄφρα κε μαντεύοιτο μεθ´ υἱάσι Βοιωτοῖο, τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκεν Ἄρνη, Βοιωτὸν δ´ ὀνόμηνε. τὸ γὰρ καλέσαντο νομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις. καὶ Εὐριπίδης «τὸν δ´ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν». τὸ ἐθνικὸν ὅμοιον Βοιωτός. Ἀποδωτός ἔθνος Αἰτωλίας. Θουκυδίδης τρίτῃ (c. 94) «ἐπιχειρεῖν δ´ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖς, ἔπειτα Ὀφιονεῦσιν». Ἀραχωτός ποταμὸς Ἰνδικῆς ῥέων ἀπὸ Καυκάσου, ὡς Φαβωρῖνος καὶ Στράβων ἑνδεκ…
… περὶ τὴν διφρευτικὴν ἐπιστήμην ἠσχόληνται. ἡμεῖς δὲ περὶ τὴν τῶν νόμων εὐταξίαν. ἔστι δὲ καὶ Βοιωτία ἐν Θρᾴκῃ. τὸ ἐθνικὸν ὅμοιον Βοιωτός. λέγεται καὶ Βοιώτιος καὶ Βοιωτία, ἀφ´ οὗ ἡ παροιμία Βοιωτία ὗς, καὶ Βοιωτίς. καὶ Βοιωτίδιον ἐκ Βοιώτιος. Ἀριστοφάνης Ἀχαρνεῦσιν “ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον”. καὶ ῥῆμα “βοιωτιάζειν ἔμαθες”.
τῷ ἀράχνιον· οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἀλλ´ ἀπὸ ῥήματος ἐσχημάτισται. Τὰ διὰ τοῦ 'διον' ἀπὸ παραγωγῆς ἔχοντα τὸ 'δ' προπαροξύνεται, μύδιον, βοτρύδιον, ἰχθύδιον, σικύδιον, ὀφρύδιον, πιτύδιον, ὀσφύδιον. Βοιωτίδιον ἐκ Βοιώτιος. Ἀριστοφάνης Ἀχαρνεῦσιν (v. 872) »ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον. κῴδιον, βοΐδιον, βιβλίδιον, ὀΐδιον καὶ ἐν συναιρέσει οἴδιον, ζῴδιον, στῴδιον, καλώδιον, φυσείδιον, λεξείδιον, γῄδιον, κλινήδιον, πορνήδιον. τὸ δὲ παιδίον, κλειδίον, δᾳδίον τὸ 'δ' οὐκ ἔχει ἐκ παραγωγῆς. τὸ δὲ δορκάδιον, ἀσ…