Νάξος

Stephanos of Byzantium - Ethnika

Νάξος OCR ✓ Trans ✓ Confirmed ✓
island
Νάξος, νῆσος τῶν Κυκλάδων, ἡ διάσημος, ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνος. ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνος. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φασι θῦσαί τινες. Ἀσκληπιάδης ἱστορεῖ τὰς Ναξίων γυναῖκας μόνας ὀκτάμηνα τίκτειν, ἢ διὰ τὸ τὴν Ἥραν φίλην γενομένην τῷ Διονύσῳ ταῖς Ναξίαις τοῦτο δῶρον παρασχεῖν, ἢ ὅτι καὶ αὐτὸς ὁ Διόνυσος οὕτως ἐτέχθη. καὶ ὅτι ἐστὶν ἐκεῖ κρήνη, ἐξ ἧς οἶνος ῥεῖ μάλα ἡδύς. ἔστι καὶ πόλις Σικελίας. καὶ ἄλλοι τόποι Νάξοι. τὰ ἐθνικὰ Νάξιοι, ἀφ´ οὗ καὶ Ναξία λίθος ἡ Κρητικὴ ἀκόνη. λέγεται καὶ θηλυκὸν Ναξιάς ἀπὸ τοῦ Νάξιος. τὸ δὲ κριτικὴ ἀκόνη, ἐὰν διὰ τοῦ « ι » γράφηται, ἡ διακρίνουσα καὶ φανεροῦσα σημαίνει.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.186
char LCS 88 (17.8%) · word LCS 20 (18.7%)
Stephanos
Νάξος, νῆσος τῶν Κυκλάδων, ἡ διάσημος, ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνος. ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνος. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φασι θῦσαί τινες. Ἀσκληπιάδης ἱστορεῖ τὰς Ναξίων γυναῖκας μόνας ὀκτάμηνα τίκτειν, ἢ διὰ τὸ τὴν Ἥραν φίλην γενομένην τῷ Διονύσῳ ταῖς Ναξίαις τοῦτο δῶρον παρασχεῖν, ἢ ὅτι καὶ αὐτὸς ὁ Διόνυσος οὕτως ἐτέχθη. καὶ ὅτι ἐστὶν ἐκεῖ κρήνη, ἐξ ἧς …
Herodian
… Μαυριτανίας καὶ ἔθνος. Λάκοξος, Ῥοῖξος ἐπίνειον Κιλικίας ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Σάρου ποταμοῦ. Κρόξος, Βόξος, Λάοξος ὁ ποταμός. Ὦξος ὁ ποταμός. Ἄξος πόλις Κρήτης ὡς Ἡρόδοτος ἐν τετάρτῃ (c. 154), Νάξος νῆσος τῶν Κυκλάδων ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνος, ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνος. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φασι θῦσαί τινες. ἔστι καὶ πόλις Σικελίας. καὶ ἄλλοι τόποι Νάξοι. Ὄαξος πόλις Κρήτης Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδος τῆς θυγατρὸς τοῦ Μίνω. τινὲς δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦσι γὰ…