1 Νάαρδα· πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ια (FGrHist 156 F 42 = fr. 10 Roos). τὸ ἐθνικὸν Νααρδηνός τῷ ἐγχωρίῳ τύπῳ.
Translation pending
2 Ναβαταῖοι· ἔθνος τῶν Εὐδαιμόνων Ἀράβων, ἀπὸ Ναβάτου τινός. Ναβάτης δέ ἐστιν Ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. ἀπὸ οὖν τοῦ Ναβάτης Ναβαταῖος. καὶ Ναβατηνή ἡ χώρα. καὶ Ναβατηνός ὄνομα κύριον.
Translation pending
3 Νάγιδος· πόλις μεταξὺ Κιλικίας καὶ Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 266) „μετὰ δὲ Νάγιδος πόλις, ἀπὸ τοῦ Νάγιδος κυβερνήτου, καὶ νῆσος Ναγιδοῦσσα“. Νάγιδος δ᾿ ἐκλήθη διὰ τὸ Νάγιν αὐτὴν κτίσαι. ὁ πολίτης Ναγιδεύς.
Translation pending
4 Ναϊσσός· πόλις Θρᾴκης, κτίσμα καὶ πατρὶς Κωνσταντίνου τοῦ βασιλέως. τὸ ἐθνικὸν Ναϊσσιτανός. καὶ ἔοικεν ἀπὸ τοῦ Ναϊσσός Ναϊσσίτης, καὶ κατὰ παραγωγὴν ἐπιχωρίως Ναϊσσιτανός.
Translation pending
6 Νακολία· πόλις Φρυγίας. Στράβων ιβ̅ (12,8,12 [C 576,20]). καὶ ἔστιν οὐδέτερον ἀπὸ Νακόλης νύμφης, καὶ ὥσπερ ἀπὸ τοῦ νύμφης Νύμφαιον καὶ Ἥρας Ἥραιον, οὕτω Νακόλης Νακόλαιον· τὸ ἐθνικὸν Νακολαιεύς. εἰ δ’ ἔστι Νακόλεια διὰ διφθόγγου, παρὰ τὸν Νάκολον τὸν Δασκύλου παῖδα, τὸ ἐθνικὸν ἔσται Νακολεύς, ὡς τὸ Σέλευκος Σελευκεύς.
Translation pending
7 Νακόνη· ὡς †ἀλκόνη†, πόλις Σικελίας. τὸ ἐθνικὸν Νακοναῖος. Φίλιστος ϛ̅ Σικελικῶν (FGrHist 556 F 26).
Translation pending
5 Νάκρασος· πόλις καὶ δῆμος Καρίας. Ἀπολλώνιος ι̅ Καρικῶν (FGrHist 740 F 10). ὁ δημότης καὶ ὁ πολίτης Νακρασεύς.
Translation pending
8 Ναξία· πόλις Καρίας. Ἀλέξανδρος ἐν α̅ Περὶ Καρίας (FGrHist 273 F 22). τὸ ἐθνικὸν Ναξιεύς τῷ τύπῳ τῆς χώρας, καὶ Ναξιάτης.
Translation pending
Νάξος· νῆσος τῶν Κυκλάδων, ἡ διάσημος, ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνος. ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνος. Εὐφορίων (fr. 173 Lightfoot = fr. 169 Powell) δὲ παρὰ τὸ νάξαι, ὅ φασι βῦσαί τινες. Ἀσκληπιάδης (FGrHist 501 F 4) ἱστορεῖ τὰς Ναξίων γυναῖκας μόνας ὀκτάμηνα τίκτειν, ἢ διὰ τὸ τὴν Ἥραν φίλην γενομένην τῷ Διονύσῳ ταῖς Ναξίαις τοῦτο δῶρον παρασχεῖν, ἢ ὅτι καὶ αὐτὸς ὁ Διόνυσος οὕτως ἐτέχθη. καὶ ὅτι ἔστιν ἐκεῖ κρήνη, ἐξ ἧς οἶνος ῥεῖ μάλα ἡδύς. εἰσὶ καὶ πόλις Σικελίας καὶ ἄλλοι τόποι Νάξοι. τὰ ἐθνικὰ Νάξιοι, ἀφ’ οὗ καὶ Ναξία λίθος ἡ Κρητικὴ ἀκόνη. λέγεται καὶ θηλυκὸν Ναξιάς ἀπὸ τοῦ Νάξιος. τὸ δὲ κριτικὴ ἀκόνη, ἐὰν διὰ τοῦ ι γράφηται, ἡ διακρίνουσα καὶ φανεροῦσα σημαίνει.
Translation pending
Ναπάται· πόλις Λιβύης πρὸς τῇ Αἰθιοπίᾳ. τὸ ἐθνικὸν ἔδει Ναπατίτης. ἔστι δὲ Ναπαταῖος, ὡς Ἀλέξανδρος ἐν ᾱ Αἰγυπτιακῶν (FGrHist 273 F 3).
Translation pending
Νάπη· πόλις Λέσβου. Ἑλλάνικος ἐν β̄ Λεσβιακῶν (FGrHist 4 F 35a = fr. 35a Fowler). ὁ πολίτης Ναπαῖος, καὶ Ἀπόλλων Ναπαῖος. εἰσὶ καὶ Ναπαῖοι ἠπείρου. ἔστι καὶ μέρος ὄρους νάπη καὶ ναπαῖος τὸ ἐκ τούτου.
Translation pending
12 Νάπις· κώμη Σκυθίας· ὁ οἰκήτωρ Ναπάτης. ἢ Ναπῖτις ἡ κώμη καὶ Ναπῖται ἐθνικόν.
Translation pending
14 Ναρβίς· Ἰλλυρίας πόλις.
Translation pending
13 Νάρβων· ἐμπόριον καὶ πόλις Κελτική. Στράβων δ̅ (4,1,6 [C 181,27]). Μαρκιανὸς (Epit. 5 [GGM 1,574,22]) δὲ Ναρβωνησίαν αὐτήν φησι. τὸ ἐθνικὸν Ναρβωνίτης ὡς Ἀσκαλωνίτης. ἔστι καὶ λίμνη Ναρβωνῖτις καὶ ποταμὸς Ἄταξ. Ἑκαταῖος (FGrHist 1 F 54) δὲ Ναρβαίους αὐτούς φησι.
Translation pending
15 Ναρθηκίς· νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν. τὸ ἐθνικὸν Ναρθηκή ***.
Translation pending
16 Νάρμαλις· πόλις Πισιδίας, ὡς Καβαλίς. οἱ πολῖται Ναρμαλεῖς ὡς Καβαλεῖς, ὡς Ἔφορός (FGrHist 70 F 233) φησι.
Translation pending
17 Ναρνία· πόλις Σαυνιτῶν, ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Νάρνου, ὡς Διονύσιος ιη̄ Ῥωμαϊκῆς ἀρχαιολογίας (vol. 4, p. 288 Jacoby). τὸ ἐθνικὸν Ναρνιάτης ὡς Καυλωνιάτης.
Translation pending
18 Νᾶρυξ· πόλις Λοκρίδος, θηλυκῶς λεγομένη. τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν. ἐξ ἧς Αἴας. ὁ πολίτης Ναρύκιος καὶ Ναρυκία, καὶ Ναρύκιον δὲ οὐδετέρως. λέγεται καὶ Ναρύκη, καὶ Ναρυκαῖος, <καὶ> θηλυκῶς καὶ οὐδετέρως.
Translation pending
19 Νασαμῶνες· ἔθνος ἐν Λιβύῃ, ὡς Καλλίμαχος (fr. 602 Pfeiffer), καὶ Νασαμωνίς, ἀπὸ Νασάμωνός τινος.
Translation pending
20 Νάστος· πόλις Θρᾴκης. γράφεται καὶ Νέστος. Ἀπολλόδωρος β̄ Περὶ γῆς (FGrHist 244 F 320 = fr. 12 Marcotte).
Translation pending
21 Ναύκρατις· πόλις Αἰγύπτου, ἀπὸ Μιλησίων τότε θαλασσοκρατούντων. καὶ Στράβων ιζ̄ (17,1,18 [C 801,33]). ὁ πολίτης Ναυκρατίτης καὶ θηλυκῶς, καὶ Ναυκρατιώτης ὡς Πηλουσιώτης, ἴσως ἀπὸ τοῦ Ναυκράτιον ἢ Ναυκρατία, ὡς Ἰταλία Ἰταλιώτης.
Translation pending
22 Ναύπακτος· πόλις Αἰτωλίας, ἀπὸ ναυπηγίας τῶν Ἡρακλειδῶν, ὡς Ἔφορος (FGrHist 70 F 121) καὶ Στράβων (9,4,7 [C 426,36]). ὁ πολίτης Ναυπάκτιος καὶ Ναυπακτία.
Translation pending
23 Ναυπλία· πόλις Ἄργους. Στράβων η (8,6,2 [C 368,28]) „ἀπὸ τοῦ ταῖς ναυσὶ προσπλεῖσθαι“. οἱ οἰκοῦντες Ναυπλιεῖς, ὡς Στράβων (8,6,14 [C 374,8]), καὶ Ναυπλία.
Translation pending
24 Νέαι· νῆσος πλησίον Λήμνου, ἐν ᾗ Φιλοκτήτης κατά τινας ἐδήχθη ὑπὸ ὕδρου. ἐκλήθη δὲ ἀπὸ τοῦ προσνήξασθαι Ἡρακλέα. τὸ ἐθνικὸν Νεαῖος. ἔστι καὶ Νέα κώμη φρούριον Μυσίας. τὸ ἐθνικὸν τὸ αὐτό.
Translation pending
Νεάνδρεια· πόλις Τρωάδος ἐν Ἑλλησπόντῳ, ὡς Χάραξ (FGrHist 103 F 59). ἔν τισι δὲ Λέανδρος γράφεται διὰ τοῦ λ, κακῶς. λέγεται καὶ Νεάνδρειον οὐδετέρως, ὡς Θεόπομπος (FGrHist 115 F 374). ὁ πολίτης Νεανδρεύς, ὡς Στράβων (13,1,51 [C 606,8]).
Translation pending
Νεάπολις· Ἰταλίας πόλις διάσημος, ἐν ᾗ Παρθενόπη ἤρηται μία τῶν Σειρήνων. ὁ πολίτης Νεαπολίτης. ἔστι καὶ ἄλλη Λιβύης καὶ ἄλλαι.
Translation pending
Νέγλα· πολίχνιον Ἀραβίας. Γλαῦκος β̅ Ἀραβικῆς ἀρχαιολογίας (FGrHist 674 F 5). τὸ ἐθνικὸν Νέγλιος, ἢ Νεγλίτης τῷ ἔθει τῆς χώρας.
Translation pending
Νέδη· ποταμὸς Ἀρκαδίας, ἀπὸ νύμφης Νέδης. Εὐφορίων (fr. 174 Lightfoot = fr. 170 Powell) δὲ Νεδέην {καὶ} αὐτήν φησι. τὸ κτητικὸν Νεδήσιος.
Translation pending
Νέδων· ποταμὸς καὶ τόπος τῆς Λακωνικῆς. τὸ τοπικὸν Νεδούσιος καὶ Νεδουσία ἡ Ἀθηνᾶ. κλίνεται δὲ Νέδοντος.
Translation pending
30 Νεῖλος· πόλις Αἰγύπτου. Ἑκαταῖος Περιηγήσει αὐτῆς (FGrHist 1 F 319) „<***> καὶ ἱερὸν Νείλου τοῦ ποταμοῦ“. τὸ ἐθνικὸν τῆς πόλεως Νειλοπολίτης. εἰ δὲ ἡ πόλις μόνη κέκληται, ὀφείλει ἔπεσθαι τῷ κτητικῷ τοῦ ποταμοῦ Νειλαῖος, ὡς Ἀπολλώνιός (GG II 3,47,23) φησιν· „ὅσα γὰρ τῶν κτητικῶν δίχα τοῦ ι ἢ τὴν γενικὴν ποιεῖ τοῦ πρωτοτύπου ἢ τὴν εὐθεῖαν, ταῦτα μόνον διὰ τοῦ ι ἐκφέρεται· Ποσειδώνιος Ἑλικώνιος Ῥόδιος Σάκιος. τὰ δὲ φύσει διὰ διφθόγγου παραληγόμενα οὐδέποτε τὸ προκείμενον σχῆμα ἀποτελεῖ· οὔτε γὰρ τὸ κηπαῖος ἢ Νειλαῖος ἐθνικὸν αὐτὸ ὁμολόγως παραλαμβάνει“.
Translation pending
31 Νέμαυσος· πόλις Ἰταλίας, ἀπὸ Νεμαύσου Ἡρακλείδου, ὡς Παρθένιος (fr. 52 Lightfoot = SH 664). τὸ ἐθνικὸν Νεμαύσιος ἢ Νεμαυσῖνος διὰ τὴν χώραν.
Translation pending
32 Νεμέα· χώρα τῆς Ἤλιδος. ἐν ταύτῃ Δρύοπες ᾤκουν. <***> τὸ ἐθνικὸν Νέμεος καὶ Νεμεαῖος. Στράβων η̄ (8,6,19 [C 377,30]). καὶ Νέμεα λέγεται, καὶ Νεμεήτης ὁ Ζεύς, καὶ Νεμεῆται. οἱ πολῖται τῆς Λοκρίδος πόλεως Νέμειοι. καὶ Νεμέηθεν ἐπίρρημα.
Translation pending
33 Νεοκαισάρεια· Ποντικὴ πόλις. τὸ ἐθνικὸν Νεοκαισαρεύς, ὡς Φλέγων ιε̄ Ὀλυμπιάδων (FGrHist 257 F 18). οἱ αὐτοὶ καὶ Ἀδριανοπολῖται. ἔστι καὶ Βιθυνίας.
Translation pending
34 Νέον τεῖχος· <πόλις> τῆς Αἰολίδος. ὡς Χωλὸν τεῖχος. τὸ ἐθνικὸν Νεοτειχίτης ὡς Χωλοτειχίτης. <καὶ Νεοτειχεύς> ὡς Ἡρόδοτος ἐν Ὁμήρου βίῳ (10).
Translation pending
35 Νέπετος· πόλις Ἰταλίας. Διονύσιος ιγ̄ Ῥωμαϊκῆς ἀρχαιολογίας (vol. 4, p. 246 Jacoby). τὸ ἐθνικὸν Νεπεσῖνος. ἡ τροπὴ δὲ τοῦ τ εἰς σ ἰδιάζουσα καὶ σεσημείωται.
Translation pending
36 Νέσσων· πόλις Θεσσαλίας. Διονύσιος γ̄ Γιγαντιάδος (fr. 31 Livrea = p. 61 Heitsch). τὸ ἐθνικὸν Νεσσωνίτης τῷ κοινῷ τύπῳ.
Translation pending
Νέστος· πόλις καὶ ποταμὸς Ἰλλυρίας. τὸ ἐθνικὸν Νέστιος, ὡς Ἀρτεμίδωρος β̄ Γεωγραφουμένων (fr. 27 Stiehle), καὶ Νεστίς ἡ χώρα.
Translation pending
Νευροί· ἔθνος τῆς Σαρματίας. Διονύσιος ἐν Περιηγήσει (310). καὶ Νευρίς ἡ χώρα. λέγονται καὶ Νευρῖται.
Translation pending
Νεφελοκοκκυγία· πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει (Av. 819), καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. τὸ ἐθνικὸν Νεφελοκοκκυγιεύς.
Translation pending
Νεφθαλῖται· ἔθνος κρατῆσαν τῆς ἕω, ὡς Ἰώσηπος (AJ 5,86). καὶ θηλυκῶς Νεφθαλῖτις.
Translation pending
Νεών· πόλις Φωκίδος. Ἡρόδοτος η̄ (8,32,1). τὸ ἐθνικὸν Νεώνιος ὡς Ἐλεών Ἐλεώνιος, καὶ Νεωνία καὶ Νεωναῖος.
Translation pending
Νήιον· ὄρος Ἰθάκης, ἀφ’ οὗ κατὰ Κράτητα (fr. 47 Broggiato) αἱ νηιάδες. οἱ δὲ τὰς διατριβούσας περὶ τὰ νάματα. τὸ δὲ ὑπονήιον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. αἱ δὲ νηιάδες ἀπὸ τοῦ Νήιος ἢ ἀπὸ τοῦ Νηιεύς.
Translation pending
43 Νηκουίνα· πόλις ᾿Ομβρίκων. Διονύσιος ιζ̅ ῾Ρωμαϊκῆς ἀρχαιολογίας (vol. 4, p. 288 Jacoby). τὸ ἐθνικὸν Νηκουινάτης.
Translation pending
44 Νήραβος· πόλις Συρίας. Νικόλαος δ̅ (FGrHist 90 F 17). τὸ ἐθνικὸν Νηράβιος, ὡς τοῦ Τόρρηβος Τορρήβιος.
Translation pending
45 Νήρικος· πόλις ᾿Ακαρνανίας, ἣν ῞Ομηρος (ω 377) ἀκτὴν φησιν ἠπείροιο, ἥτις ἐστὶν ᾿Ακαρνανία. Λούπερκος (RE XIII 2,1839 Nr. 5) δὲ ταύτην Νήριτος φησὶν ἢ Νήριτον, ὡς τὸ ὄρος. ὁ πολίτης Νηρίκιος καὶ Νηρικία, καὶ τὸ κτητικὸν τοῦ ὄρους Νηρίτιος.
Translation pending
46 Νηρίς· πόλις Μεσσήνης. Νικόλαος δ̅ (FGrHist 90 F 33).
Translation pending
47 Νησαῖον πεδίον· ἀφ᾿ οὗ παρὰ Μήδοις οἱ Νησαῖοι ἵπποι.
Translation pending
48 Νῆσος· ἡ ἐν θαλάσσῃ πόλις. ὁ ταύτην οἰκῶν νησίτης, ὡς Κάνωβος Κανωβίτης. τοῦ δὲ νησίον νησιώτης καὶ νησιῶτις θηλυκῶς. καὶ νησαῖος ὡς χερσαῖος. τὸ κτητικὸν νησιωτικός. ἔστι καὶ Νῆσος πόλις ᾿Ιβηρική.
Translation pending
49 Νησώπη· νῆσος Λέσβου, ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. τὸ ἐθνικὸν Νησωπαῖος.
Translation pending
50 Νίβις· πόλις Αἰγύπτου. Φλέγων ρμ ᾿Ολυμπιάδι (FGrHist 257 F 10). τὸ ἐθνικὸν Νιβίτης ὡς Μεμφίτης.
Translation pending
51 Νίγρητες· ἔθνος Λιβύης, ἀπὸ ποταμοῦ Νίγρητος. Διονύσιος (215) „καὶ ἀγχέμαχοι Νίγρητες“.
Translation pending
52 Νίκαια· πόλις Βιθυνίας, Βοττιαίων ἄποικος. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη, εἶτα Ἀντιγόνεια, ὕστερον δὲ ἀπὸ τῆς Λυσιμάχου γυναικὸς Νίκαια μετεκλήθη. β̅ τῶν Ἐπικνημιδίων Λοκρῶν. γ̅ ἐν Ἰλλυρίδι. δ̅ ἐν Ἰνδοῖς. ε̅ ἐν Κύρνῳ τῇ νήσῳ. ϛ̅ ἐν Λεύκτροις τῆς Βοιωτίας. ζ̅ Κελτικῆς, Μασσαλιωτῶν ἄποικος. η̅ Θρᾴκης. εἰσὶ δὲ καὶ ἄλλαι {ἢ παρὰ θερμοπύλας καὶ θρᾴκην}. λέγεται δὲ προπαροξυτόνως· εἰ δ’ ἔστι Νικαῖος, τὸ θηλυκὸν Νικαία. ὁ πολίτης Νικαιεύς καὶ Νικαεύς διχῶς. ἐξ αὐτῆς Ἰσίγονος καὶ Ἀσκληπιάδης καὶ Παρθένιος καὶ Ἀπολλόδωρος καὶ Ἐπιθέρσης γραμματικὸς γράψας περὶ λέξεων Ἀττικῶν καὶ κωμικῶν καὶ τραγικῶν.
Translation pending
53 Νικασία· νησίδιον μικρὸν πλησίον Νάξου. τὸ ἐθνικὸν Νικάσιος ὡς Θηράσιος, καὶ θηλυκῶς καὶ οὐδετέρως. ἔστι καὶ κύριον ὄνομα Νικάσιος.
Translation pending
54 Νικατορίς· πόλις Συρίας πρὸς τῇ Εὐρώπῳ, κτίσμα Σελεύκου τοῦ Νικάτορος. τὸ ἐθνικὸν Νικατορίτης.
Translation pending
55 Νικηφόριον· οὕτως ἡ Κωνσταντίνα ἡ περὶ Ἔδεσσαν πόλις, ὡς Οὐράνιος (FGrHist 675 F 29). τὸ ἐθνικὸν Νικηφόριος ὡς Βυζάντιος.
Translation pending
56 Νικίου· κώμη Αἰγύπτου. Ἀρισταγόρας Αἰγυπτιακῶν β (FGrHist 608 F 3). ὁ οἰκήτωρ Νικιώτης, ὡς φησιν Ὧρος Ἐθνικῶν α (F 1 Billerbeck).
Translation pending
57 Νικομήδεια· πόλις Βιθυνίας, ἀπὸ Νικομήδους τοῦ Ζιήλα παιδός, ἐπισημοτάτου βασιλέως. ἡ καὶ Ὀλβία ἐκλήθη. ὁ πολίτης Νικομηδεύς. καὶ τὸ κτητικὸν Νικομήδειος, καὶ θηλυκὸν καὶ οὐδέτερον. ἐξ ἧς Ἀρριανός.
Translation pending
58 Νικομήδειον· ἐμπόριον Βιθυνίας. Ἀρριανὸς ε̅ Βιθυνιακῶν (FGrHist 156 F 19 = fr. 6 Roos). τὸ ἐθνικὸν Νικομηδεύς. δυνατὸν καὶ Νικομηδειεύς.
Translation pending
59 Νικόπολις· πόλις Ἠπείρου, ὡς Μαρκιανός (GGM 1,573 fr. 4). ἔστι καὶ Βιθυνίας. ἔστι καὶ ἄλλη τῆς Μικρᾶς Ἀρμενίας. ὁ πολίτης Νικοπολίτης, ὡς Παυσανίας ι̅ (10,8,3).
Translation pending
60 Νικωνία· πόλις ἐν τῷ Πόντῳ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἴστρου. Στράβων ζ̅ (7,3,16 [C 306,5]). τὸ ἐθνικὸν Νικωνιάτης ὡς Ῥιθυμνιάτης.
Translation pending
61 Νίναια· πόλις Οἰνώτρων ἐν τῇ μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 71). τὸ ἐθνικὸν Νιναῖος ἢ Νιναιεύς.
Translation pending
62 Νινόη· ἡ ἐν Καρίᾳ Ἀφροδισιάς, κτισθεῖσα ὑπὸ τῶν Πελασγῶν <ἢ> Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλις. εἶτα ἐκλήθη Μεγάλη πόλις. εἶτα ἀπὸ Νίνου Νινόη. τὸ ἐθνικὸν Νινοήτης, ὡς τὸ πύλη πυλήτης, ὅθεν „Πυλάτιδες | ἀγοραί“ (S. Tr. 638–39), καὶ λίμνη λιμνήτης.
Translation pending
63 Νῖνος· πόλις Ἀσσυρίων, ἣν ἔκτισε Νῖνος Σεμιράμιδος ἀνήρ, ἐν τῇ Ἀτουρίᾳ. οἱ πολῖται Νίνιοι. Στράβων ις (16,1,2 [C 737,10]).
Translation pending
64 Νίσαια· ἐπίνειον Μεγαρίδος. καὶ αὐτὴ ἡ Μεγαρίς. ἀπὸ Νίσου τοῦ Πανδίονος. Ἑλλάνικος ἐν Ἱερειῶν α (FGrHist 4 F 75 = fr. 75 Fowler). καὶ ἐν τῇ β (FGrHist 4 F 78 = fr. 78 Fowler) „καὶ Νίσαιάν τ’ εἷλε καὶ Νῖσον τὸν Πανδίονος καὶ Μεγαρέα τὸν Ὀγχήστιον <ἀπέκτεινεν>“.
Translation pending
65 Νίσιβις· πόλις ἐν τῇ περαιᾳ τῇ πρὸς τῷ Τίγρητι ποταμῷ. Φίλων ἐν Φοινικικοῖς (FGrHist 790 F 6) Νάσιβις φησὶ διὰ τοῦ α. Οὐράνιος (FGrHist 675 F 30) δὲ διὰ τοῦ ε Νέσιβις. σημαίνει δέ, ὥς φησι Φίλων, „νάσιβις· τὰς στήλας“. ὡς δὲ Οὐράνιος „νέσιβις“ φησί, σημαίνει τῇ Φοινίκων φωνῇ „λίθοι συγκείμενοι, συμφορητοί“. Στράβων δὲ ις (16,1,23 [C 747,6]) διὰ τοῦ ι. τὸ ἐθνικὸν Νισιβηνός. ἔδει Νισιβίτης, ἀλλ’ ὁ τύπος Αἰγύπτιος καὶ Λίβυς, ὁ δὲ διὰ τοῦ ηνος παρὰ τὸν Εὐφράτην καὶ τὴν ἕω, ὡς Σωφηνός, Ἀραξηνός, Καμβυσηνός.
Translation pending
66 Νίσυρος· νῆσος μία τῶν Κυκλάδων. „Οἳ δ’ ἄρα Νίσυρόν τ’ εἶχον“ (Β 676). Πολυβώτης γὰρ εἷς τῶν Γιγάντων ὑπὸ Διὸς βληθεὶς ἐνήχετο, Ποσειδῶν δ’ ἐπ’ αὐτὸν ἀφεὶς τὴν τρίαιναν τοῦ μὲν ἥμαρτε· γέγονε γὰρ νῆσος τὸ βληθὲν Νίσυρος. ἐκαλεῖτο καὶ Πορφυρὶς ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων. ὁ οἰκήτωρ Νισύριος. καὶ Νισυριακός.
Translation pending
67 Νιτρίαι· τόπος Αἰγύπτου. Στράβων ιζ̄ (17,1,23 [C 803,23]). τὸ ἐθνικὸν Νιτρίτης καὶ Νιτριώτης. ἔστι καὶ νοµὸς Νιτριώτης.
Translation pending
68 Νιφάτης· ὄρος Ἀρµενίας. οὕτω γὰρ Ἀρκάδιος (RE II 1,1153 Nr. 5). ἔοικε δὲ παρὰ τὸ νείφειν, ἀλλ’ ὀνοµατικῶς διὰ τοῦ ι γράφεται. καὶ Πείσανδρος ζ̄ (fr. 7 Heitsch) „Ταύρου πρυµνώρειαν ἐυσκόπελόν τε Νιφάτην“.
Translation pending
69 Νίψα· πόλις Θρᾴκης. ὁ πολίτης Νιψαῖος. Ἡρόδοτος δ̄ (4,93).
Translation pending
70 Νόαι· τὸ ἐθνικὸν Νοαῖος. ὁ τύπος γὰρ οὐκ ἀήθης αὐτοῖς. ἔστι δὲ πόλις Σικελίας. Ἀπολλόδωρος β̄ Χρονικῶν (FGrHist 244 F 6).
Translation pending
71 Νομαντία· πόλις Ἰβηρίας. Ἰόβας ἐν β̅ Ῥωμαϊκῆς ἀρχαιολογίας (FGrHist 275 F 12). τὸ ἐθνικὸν Νομαντῖνος. λέγεται <καὶ> διὰ τοῦ ου.
Translation pending
72 Νόμβα· πόλις τῆς Ἰουδαίας. Ἰώσηπος ϛ̅ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας (6,242. 254. 260). τὸ ἐθνικὸν Νομβαῖος.
Translation pending
73 Νόσορα· νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Οὐράνιος Ἀραβικῶν <***> (FGrHist 675 F 31). ὁ νησιώτης Νοσορηνός· ἐγχώριος ὁ τύπος.
Translation pending
74 Νοστία· κώμη Ἀρκαδίας. Θεόπομπος λβ̅ Φιλιππικῶν (FGrHist 115 F 175). Ἔφορος (FGrHist 70 F 234) τὸ ἐθνικὸν Νεστάνιος ἔφη, ὥστε κατ’ αὐτὸν Νεστανίαν λέγεσθαι· ἡ αὐτὴ γὰρ τῇ προτέρᾳ, ὡς δῆλον ἐξ ἄλλων.
Translation pending
75 Νότιον· πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 233). τὸ ἐθνικὸν Νοτιεύς.
Translation pending
Νοῦβαι· ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος β̄ Περὶ γῆς (FGrHist 244 F 330 = fr. 27 Marcotte). λέγονται καὶ Νουβαῖοι ὡς Σαβαῖοι· καὶ Νούμιδες οἱ αὐτοί.
Translation pending
Νουκερῖνοι· ἔθνος Ἰταλίας. Πολύβιος γ̄ (3,91,4). τὸ πρωτότυπον αὐτῶν Νουκερία.
Translation pending
Νουκρία· πόλις Τυρσηνίας. Φίλιστος {ιε} ια (FGrHist 556 F 43). καὶ τὸ ἐθνικὸν Νουκρῖνος. εὕρηται καὶ Νακρία διὰ τοῦ α.
Translation pending
Νυμφαία· θηλυκόν, ἡ νῆσος Καλυψοῦς παρὰ τῷ Ἁδρίᾳ. τὸ ἐθνικὸν Νυμφαῖος, ὡς τῆς Αἰαίας Αἰαῖος.
Translation pending
80 Νύμφαιον· πόλις Ταυρικὴ μεταξὺ Παντικαπαίου μητροπόλεως καὶ Θεοδοσίας, ὥς φησι Στράβων (7,4,4 [C 309,33]). τὸ ἐθνικὸν δύναται ὡς Ἡραιεύς Νυμφαιεύς. τὸ δὲ νυμφαῖον κτητικὸν ἀπὸ τοῦ νυμφῶν. λέγεται καὶ Νυμφαΐτης.
Translation pending
81 Νυμφάς· πόλις Ἀρκαδίας. Παυσανίας η̄ (8,34,6). τὸ ἐθνικὸν Νυμφάσιος, καὶ Νυμφασία πηγή.
Translation pending
82 Νύραξ· πόλις Κελτική. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 56). τὸ ἐθνικὸν Νυράκιος, ὡς παρὰ τὴν Νάρυκα Ναρύκιος.
Translation pending
83 Νῦσαι· πόλεις πολλαί. ᾱ ἐν Ἑλικῶνι. β̄ ἐν Θρᾴκῃ. γ̄ ἐν Καρίᾳ. δ̄ ἐν Ἀραβίᾳ. ε̄ ἐν Αἰγύπτῳ. ς̄ ἐν Νάξῳ. ζ̄ ἐν Ἰνδοῖς. η̄ ἐπὶ τοῦ Καυκάσου ὄρους. θ̄ ἐν Λιβύῃ. ῑ ἐν Εὐβοίᾳ, ἔνθα διὰ μιᾶς ἡμέρας τὴν ἀμπελόν φασιν ἀνθεῖν καὶ τὸν βότρυν πεπαίνεσθαι. τὸ ἐθνικὸν Νυσεύς καὶ Νυσαῗς θηλυκόν, ἀφ᾿ οὗ κτητικὸν Νυσήιος. λέγεται καὶ Νυσαῖος, καὶ ἐξ αὐτοῦ Νυσαιεύς τρισυλλάβως καὶ Νυσαεύς ἄνευ τοῦ ι.
Translation pending
84 Νῶλα· πόλις Αὐσόνων. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 61). Νώλην δὲ αὐτὴν Πολύβιός (2,17,1) φησι. τὸ ἐθνικὸν Νώλιος. Πολύβιος (3,91,5) δὲ Νωλανοὺς αὐτούς φησιν.
Translation pending
87 Νωμεντός· πόλις οὐ πόρρω Ῥώμης. τὸ ἐθνικὸν Νωμεντῖνος. Διονύσιος ἐν β̄ Ῥωμαϊκῆς ἀρχαιολογίας (2,53,4).
Translation pending
85 Νώνακρις· πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν ᾱ (FGrHist 265 F 9 = fr. 22 Powell). τὸ ἐθνικὸν Νωνακρίτης, καὶ κατὰ πλεονασμὸν τοῦ α Νωνακριάτης, ὁ Ἑρμῆς. Λυκόφρων (680) „Νωνακριάτης τρικέφαλος φαιδρὸς θεός“. καὶ θηλυκὸν Νωνακριᾶτις. καὶ Νωνακριεὺς λέγεται παρὰ Ἀριστοφάνει (fr. 861 Kassel/Austin [PCG III 2,400]).
Translation pending
86 Νώνυμνα· πόλις Σικελίας. ὁ πολίτης Νωνυμναῖος, ὡς Φίλιστος (FGrHist 556 F 65).
Translation pending
88 Νῶρα· πόλις ἐν Σαρδοῖ τῇ νήσῳ. τὸ ἐθνικὸν Νωρανὸς ὡς Νωλανός.
Translation pending
Νώρακος· πόλις Παννονίας. ὁ πολίτης Νωράκιος. ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς (fr. 49a Braswell/Billerbeck = fr. 23 Lünzner) φησιν, ὅτι γίνεται ἐν Παννονίᾳ σίδηρος, ὃς ἀκονηθεὶς λαμπρότατός ἐστιν. ἀφ᾽ οὗ καὶ τὸ „νώροπα χαλκόν“ (Β 578, Λ 16, etc.). καὶ θηλυκὸν Νωρακία καὶ οὐδέτερον Νωράκιον.
Translation pending