Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βόσπορος, πόλις Πόντου κατὰ τ��ν Κιμμέριον κόλπον, ὡς Φίλων, καὶ πορθμὸς ὁμώνυμος, ἀπὸ Ἰοῦς [τῆς Ἰνάχου] καλούμενος, [καθὼς] Αἰσχύλος ἐν Προμηθεῖ δεσμώτῃ [γράφει] ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δ´ ἐπώνυμος κεκλήσεται. [Στράβων δὲ ἐν ἑνδεκάτῳ τῶν γεωγραφικῶν τάδε γράφει “τοῖς δὲ τοῦ Βοσπόρου δυνάσταις ὑπήκοοι Βοσποριανοὶ πάντες καλοῦνται, καὶ ἔστι τῶν μὲν Εὐρωπαίων μητρόπολις τὸ Παντικάπαιον, τῶν δὲ Ἀσιανῶν τὸ Φαναγόρειον”. μαρτυρεῖ …
ἀπὸ Ἕλλης. πόρος Βόσπορος πόλις Πόντου κατὰ τὸν Κιμμέριον κόλπον ὡς Φίλων καὶ πορθμὸς ὁμώνυμος, ἀπὸ Ἰοῦς τῆς Ἰνάχου καλούμενος, καθὼς Αἰσχύλος ἐν Προμηθεῖ δεσμώτῃ γράφει ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δ´ ἐπώνυμος κεκλήσεται. ἔστι καὶ ἄλλη τῆς Ἰνδικῆς. ὅρμος Πάνορμος πόλις Σικελίας καὶ λιμήν, ὡς Πολύβιος· ἔστι καὶ λιμὴν Κυζίκου· φίλος Δίφιλος. τὸ δὲ ὀστολόγος καὶ οἰκονόμος οὐ παρὰ τὸ λόγος καὶ νόμος, ἀλλὰ παρὰ τὸ λέγω καὶ νέμω. ὅσα δὲ ὑπερδ…
…καὶ Βοσπορηνός, διχῶς γάρ, καὶ διὰ τοῦ « α » καὶ διὰ τοῦ « η », ὡς τὸ Τιβαρανός καὶ Τιβαρηνός. λέγεται καὶ Βοσπορίτης καὶ Βοσπορικός τὸ κτητικόν. Σοφοκλῆς δ´ ἐν Φινεῖ πρώτῳ διὰ διφθόγγου τὴν πρὸ τέλους φησὶ τὸ κτητικόν “οὐδ´ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ”.
…βα μὴ πλεοναζούσης τῆς 'ει' διφθόγγου προπαροξύνεται, Αἰάντειος, Ὁμήρειος, γαλήνειος, Ἱππάρχειος. Ἀλεξάνδρειος, Ἀντιόχειος, Ἑλένειος τόπος πρὸς τῷ Κανώβῳ, Ἑκαταῖος περιηγήσει Λιβύης· Βοσπόρειος. Σοφοκλῆς ἐν Φινεῖ πρώτῳ «οὐδ´ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ». Ἰνάχειος ὡς Αἰσχύλος Προμηθεῖ δεσμώτῃ (v. 589) πῶς δ´ οὐ κλύω τῆς οἰστροδονήτου κόρης τῆς Ἰναχείης, ἣ Διὸς θάλπει κέαρ καὶ (v. 705) οὔτ´ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους. Ταρτάρειος παρ´ Εὐριπίδῃ ἐν Εὐρυσθεῖ σατυρικῷ…