Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βούβαστος, πόλις Αἰγύπτου, ἣν Ἡρόδοτος Βούβαστιν φησὶ διὰ τοῦ « ι ». τὸ ἐθνικὸν Βουβαστίτης, καὶ ἡ πολῖτις Βουβαστῖτις. “Βούβαστός τε πόλις καὶ ἱερὸν Ἀρτέμιδος”. καὶ νομὸς Βουβαστίτης. λέγεται καὶ Βουβάστιος παρὰ Θεοπόμπῳ. οἱ δ´ Αἰγύπτιοι βούβαστον τὸν αἴλουρόν φασι.
… τοῦ Μίνωος. ἔστι καὶ Ποντικὴ Λύκαστος. τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱ ἐγχώριοι, ὡς ἱστορεῖ Διονύσιος. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις. Ἥφαιστος. Ἄδραστος βασιλεύς, ἀφ´ οὗ πόλις Ἀδράστεια. Βίβαστος Θρᾴκης πόλις. Βούβαστος πόλις Αἰγύπτου, ἣν Ἡρόδοτος (e. g. 2, 59) Βούβαστίν φησι διὰ τοῦ 'ι'. Μούμαστος πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ Καρικῶν. Ἔγεστος ὁ Τρωός, ἀφ´ οὗ Ἔγεστα πόλις Σικελίας. Αἴγεστος στρατηγός τις, ἀφ´ οὗ Αἰγεσταῖοι οἱ Θεσπρωτοί. Πραίνεστος πόλις Ἰταλίας ἀπὸ Πραινέστου τοῦ Λατίνου τοῦ Ὀδυσσέ…