Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βουβών, πόλις Λυκίας. “Βουβών γὰρ καὶ Βάλβουρα πόλεις Λυκίας, ἀπὸ Βαλβούρου καὶ Βουβῶνος· οὗτοι δὲ λῃσταὶ πόλεις ἔκτισαν ὁμωνύμους”. ὁ πολίτης ὤφειλε Βουβώνιος, εἴρηται δὲ Βουβωνεύς. χαίρουσι γὰρ οἱ Λύκιοι τῷ τύπῳ.
λίμνη πλησίον τοῦ Κασίου. τὸ δὲ βουβών, ὅπερ τινές φασι βομβών, μέρος σώματος δηλοῖ. Μένανδρος ἐν τῷ Γεωργῷ Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε ἐπέλαβεν αὐτόν. ἔστι καὶ Βουβών πόλις Λυκίας. «Βουβών γὰρ καὶ Βάλβουρα πόλεις Λυκίας, ἀπὸ Βαλβούρου καὶ Βουβῶνος· οὗτοι δὲ λῃσταὶ πόλεις ἔκτισαν ὁμωνύμους». Τὰ εἰς 'βων' ὑπερδισύλλαβα ὀξύνεται, Ἀλαβών πόλις Σικελίας καὶ ποταμὸς ὡς Δημήτριος ἐν συνωνύμοις. ἀῤῥαβών. τὸ δὲ Χαρναβῶν περισπᾶται. Σοφοκλῆς Τριπτολέμῳ καὶ Χαρναβῶντος, ὃς Γετῶν ἄρχει τὰ νῦν. Τὰ εἰς 'γων' δισύλλαβα…