Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βουδῖνοι, ἔθνος Σκυθικόν, παρὰ τὸ δινεύειν ἐπάνω ἁμαξῶν ὑπὸ βοῶν ἑλκομένων· ἁμαξόβιοι γὰρ οἱ Σκύθαι. Παρμένων ὁ Βυζάντιος ἐν ἰάμβων πρώτῳ.
'τ' εἰς 'σ'. Ἀργυρῖνος ἔθνος Ἠπειρωτικόν, ὡς Τίμαιος καὶ Θέων καὶ Λυκόφρων «εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας» (v. 592). Βουδῖνος ἔθνος Σκυθικόν, παρὰ τὸ δινεύειν ἐπάνω ἁμαξῶν ὑπὸ βοῶν ἑλκομένων. ἁμαξόβιοι γὰρ οἱ Σκύθαι. Παρμένων ὁ Βυζάντιος ἐν ἰάμβων πρώτῳ. Βουλῖνος ἔθνος περὶ Ἰλλυρίαν. Ἀρτεμίδωρος δὲ οὐκ ἔθνος, ἀλλὰ Βουλίνην πόλιν φησίν, ἧς τὸ ἐθνικὸν Βουλῖνος. Δωνεττῖνος, ἔθνος Μολοσσικόν. Ῥιανὸς δʹ Θεσσαλικῶν «αὐτὰρ Δωνεττῖνοι ἰδ´ ὀτρηροὶ Κεραῗνες» καὶ ἐν τῇ ζʹ «ἑπτὰ δ…