Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βούδορον, ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι, Θουκυδίδης τρίτῃ. Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. τὸ ἐθνικὸν Βουδόριος.
…Λυκίας ἀπὸ Τερμέρου. τὸ μέντοι πτερόν—Πτερά δέ τινες τὴν ἀκρόπολιν Βαβυλῶνος—δισύλλαβον, τὸ δὲ γέρρον διὰ δύο 'ρρ' γράφεται, καὶ τὸ σαρόν τὸ μυλήκορον Ἀττικῶς. Τὰ εἰς 'ρον' παραλήγοντα 'ο' βαρύνεται, ἀνάκτορον, κίχορον. Βούδορον ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι. Θουκυδίδης τρίτῃ (c. 51). Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. Βολογεσίφορα πόλις Περσική. Νόσορα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.