Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βουθία, πόλις Ἰωνίας. Θεόπομπος δὲ χωρίον φησί. τὸ ἐθνικὸν Βουθιαῖος.
…ἀπὸ Βοιωτοῦ Ἰτώνου τοῦ Ἀμφικτύονος. Κάστωρ δὲ ἀπὸ τῆς καθηγησαμένης Κάδμῳ βοὸς λεχθῆναι τὴν χώραν οὕτως. τινὲς δὲ ὡς οὐκ ὄντας ταῖς διανοίαις τοὺς Βοιωτοὺς ἄγαν εὐκινήτους. ἐκαλεῖτο δὲ καὶ Ἀονία καὶ Μεσσαπία καὶ Ὠγυγία. Βουθία πόλις Ἰωνίας. Θεόπομπος δὲ χωρίον φησί. Βουφία κώμη τῆς Σικυωνίας. Ἔφορος εἰκοστῷ τρίτῳ. Βραχία· οὕτως ἡ Ἀραβικὴ θάλασσα ἐκαλεῖτο. ἐκλήθη δὲ διὰ τὸ ἐν αὐτῇ εἶναι βράχη πλεῖστα. Βρεττία νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουσα Βρέττιον. ἔστι δὲ καὶ Βρεττία χώρα τῶν Β…