Βουθόη

Stephanos of Byzantium - Ethnika

Βουθόη OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #140
Greek source: meineke
Meineke: 180.19 | Billerbeck: Β140
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-09
Word count: 45
Source: vol1_446.jpg
Edit
Βουθόη, πόλις Ἰλλυρίδος, ὡς Φίλων, διὰ τὸ Κάδμον ἐπὶ ζεύγους βοῶν ὀχούμενον ταχέως ἀνύσαι τὴν ἐς Ἰλλυριοὺς ὁδόν. οἱ δὲ τὸν Κάδμον ἀπὸ τῆς Αἰγυπτίας Βουτοῦς ὀνομάσαι αὐτήν, καὶ παραφθαρεῖσαν καλεῖσθαι Βουθόην. ἔχει δ´ ἐπὶ τοῦ μυχοῦ Ῥίζονα πόλιν καὶ ποταμὸν ὁμώνυμον. τὸ ἐθνικὸν Βουθοαῖος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.306
char LCS 171 (73.1%) · word LCS 32 (71.1%)
Stephanos
Βουθόη, πόλις Ἰλλυρίδος, ὡς Φίλων, διὰ τὸ Κάδμον ἐπὶ ζεύγους βοῶν ὀχούμενον ταχέως ἀνύσαι τὴν ἐς Ἰλλυριοὺς ὁδόν. οἱ δὲ τὸν Κάδμον ἀπὸ τῆς Αἰγυπτίας Βουτοῦς ὀνομάσαι αὐτήν, καὶ παραφθαρεῖσαν καλεῖσθαι Βουθόην. ἔχει δ´ ἐπὶ τοῦ μυχοῦ Ῥίζονα πόλιν καὶ ποταμὸν ὁμώνυμον. τὸ ἐθνικὸν Βουθοαῖος.
Herodian
…το. Χωλόη τὸ ὄρος τῆς Ἰταλίας, ἐν ᾧ φασι γεννηθῆναι τὸν Ἥφαιστον χωλόν. Ἀρόη πόλις Ἀχαΐας. Παυσανίας ἑβδόμῳ (c. 18, 2). ἐκλήθη δὲ ἀπὸ τῆς ἐργασίας τῆς γῆς. λέγεται καὶ Πάτραι. Βερόη πόλις Συρίας ἣν οἱ ἐγχώριοι Βερόειαν. Βουθόη πόλις Ἰλλυρίδος ὡς Φίλων διὰ τὸ Κάδμον ἐπὶ ζεύγους βοῶν ὀχούμενον ταχέως ἀνύσαι τὴν ἐς Ἰλλυριοὺς ὁδόν. οἱ δὲ τὸν Κάδμον ἀπὸ τῆς Αἰγυπτίας Βουτοῦς ὀνομάσαι αὐτὴν καὶ παραφθαρεῖσαν καλεῖσθαι Βουθόην. Οὐδονόη λέγεται ὑπὸ τῶν Λιβύων Ἱστός νῆσος Λιβύης. Μερόη πόλις Αἰθιόπων. Ἡρόδοτος δευτέρᾳ (c. 29). ἀπὸ Μερόης. ἔστι καὶ Μερόη κατὰ ἀνατολὰς τῆς περὶ Δάφνην Ἀντιοχείας· ἔστι καὶ Μερόη πόλις Λυκίας. Ἀρσινόη πόλις Λιβύης …