Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βουθρωτός, νῆσος περὶ Κέρκυραν. ἔστι καὶ πόλις. ἐκλήθη δ´ οἱ μέν φασιν ἀπὸ τοῦ οἰκιστοῦ, οἱ δὲ μυθεύονται ὅτι “Ἑλένῳ ἐκ Τροίης πλώοντι ἐπ´ ἑσπέρην, θύσαντι ἀποβατήρια ἐν Ἠπείρῳ [τὸ θῦμα] ἡ βοῦς ἀποδρᾶσα ἐκ τοῦ βουπλῆγος ᾤχετο φεύγουσα διὰ τοῦ μεταξὺ πόντου ἐς τὸν κό…
λεκτέον καὶ Ἀραχώτης καὶ Ἀραχωτός. Βουθρωτός νῆσος περὶ Κέρκυραν. ἔστι καὶ πόλις. Θεσπρωτός ἔθνος, μυωτός εἶδος χιτῶνος, ἁλωτός. τὸ δὲ δορυάλωτος σύνθετον προπαροξύνεται. τὰ δὲ ἔχοντα ἐν τῇ πρώτῃ τὸ 'α' στερητικὸν προπαροξύνεται, ἄγνωτος, ἄτρωτος, ἄπτωτος, ἄζωτος· ἔστι καὶ Ἄζωτος πόλις Παλαιστίνης. …
Βουθρωτός, νῆσος περὶ Κέρκυραν. ἔστι καὶ πόλις. ἐκλήθη δ´ οἱ μέν φασιν ἀπὸ τοῦ οἰκιστοῦ, οἱ δὲ μυθεύονται ὅτι “Ἑλένῳ ἐκ Τροίης πλώοντι ἐπ´ ἑσπέρην, θύσαντι ἀποβατήρια ἐν Ἠπείρῳ [τὸ θῦμα] ἡ βοῦς ἀποδρᾶσα ἐκ τοῦ βουπλῆγος ᾤχετο φεύγουσα διὰ τοῦ μεταξὺ πόντου ἐς τὸν κόλπον καὶ ἐς τὴν χέρσον ἐμβᾶσα (κ…
…κλεῖ »οὔτι τοι μέτρον μάτας«, ἄτη καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ 'α' ἀάτη, ὡς παρὰ τῷ Κυρηναίῳ εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην καὶ ἀπάτη, ἐλάτη, Ἑκάτη, Κρήτη ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διός. οἱ δὲ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται κα…