Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βοῦλις, πόλις Φωκίδος, ἀπὸ Βούλωνος οἰκιστοῦ. οἱ πολῖται Βουλίδιοι.
…ται καὶ τὸ Βᾶλις πόλις Λιβύης πρὸς τῇ Κυρήνῃ, ἀπό τινος Βάλεως, οὗ καὶ ἱερὸν ἔχει. καὶ μᾶλις. καὶ Ἦλις πόλις πρὸς τῇ Ὀλυμπίᾳ ἀπὸ Ἠλίου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας καὶ τρίτη Ἱσπανίας. καὶ ὗλις ἡ ὑλία. καὶ Βοῦλις πόλις Φωκίδος ἀπὸ Βούλωνος οἰκιστοῦ, Πῶλις πόλις Αἰγύπτου. καὶ αὖλις ἡ ἔπαυλις αἰολικῶς, Αὐλίς δὲ ἡ πόλις Βοιωτίας ὀξύνεται «καὶ Αὐλίδα πετρήεσσαν» (Β 496). ἡ δὲ αἰτιατικὴ «Αὖλιν τ´ ἔσφαγον» παρὰ τῷ Εὐφορίωνι (fr. 129 Mein.) ἀπὸ εὐθείας βαρυνομένης γέγονε…