Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βοῦρα, πόλις Ἀχαΐας, θηλυκῶς, ἀπὸ Βούρας θυγατρὸς Ἴωνος τοῦ Ξούθου καὶ Ἑλίκης. τὸ ἐθνικὸν Βουραῖος. Λυκόφρων “Δύμη τε Βουραίοισιν ἡγεμὼν στόλου”. ἐκ ταύτης ἦν Πυθέας ζωγράφος, οὗ ἐστιν ἔργον ὁ ἐν Περγάμῳ ἐλέφας, ἀπὸ τοιχογραφίας ὤν, ὡς Φίλων. τὸ θηλυκὸν Βουραία, καὶ πόλις οὕτως, καὶ Βουραϊκός κτη…
… »Φηράς τε ζαθέας ἠδ´ Ἄνθειαν βαθύλειμον« (Il. Ι 151) τὰ δὲ ἀπὸ φωνήεντος ἀρχόμενα παροξύνεται, Ἥρα, ὥρα, ὀπώρα. Τὰ εἰς 'ρα' δισύλλαβα συνεσταλμένον ἔχοντα τὸ 'α' βαρύνεται, σφαῖρα, μοῖρα, πεῖρα, σφῦρα. Βοῦρα πόλις Ἀχαΐας ἀπὸ Βούρας θυγατρὸς Ἴωνος τοῦ Ξούθου καὶ Ἑλίκης. Νῶρα πόλις ἐν Σαρδοῖ τῇ νήσῳ. Σῶρα πόλις Ἰταλίας. Σοῦρα μαντεῖον Λυκίας. τὰ δὲ μὴ συνεσταλμένον τὸ 'α' ἔχοντα ὀξύνεται, ἰρά ἡ ἐκκλησία. τοῦτο δὲ διφορεῖται καὶ κατὰ τὴν ἐτυμολογίαν καὶ κατὰ τὴν γραφήν. εἰ μὲν γὰρ παρὰ …