Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βούρχανις, νῆσος ἐν τῇ Κελτικῇ, ὡς Στράβων.
…τὸ δὲ νεᾶνις προπερισπᾶται καὶ τὸ Ἄδανις καὶ Θήβανις θηλυκὸν τὸν τόνον Αἰολίδος ἔσχεν. ἐπίσταμαι δὲ ὅτι καὶ ἀρσενικόν ἐστιν. οὕτως δὲ ἄνεμος καλεῖται ἀπὸ Θήβης πόλεως πνέων τῆς Ἠετίωνος τοῦ πατρὸς Ἀνδρομάχης. ὁμοίως καὶ Βούρχανις νῆσος ἐν τῇ Κελτικῇ, ὡς Στράβων προπαροξύνεται. τὸ δὲ Ὕπανις ποταμὸς καὶ πόλις τοῦ Πόντου καὶ Μαιώτιδος λίμνης ἐστὶν ἀρσενικόν. Ἀλέξανδρος δ´ ὁ πολυίστωρ φησὶν ὅτι ὁ Ὕπανις διχῇ σχιζόμενος τὸ μὲν ἓν μέρος εἰς τὴν Μαιῶτιν λίμνην βάλλει, τὸ δ´ ἕτερον εἰ…