Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βραχμᾶνες, Ἰνδικὸν ἔθνος σοφώτατον, οὓς καὶ Βράχμας καλοῦσιν. Ἱεροκλῆς δ´ ἐν τοῖς φιλίστορσί φησι “μετὰ ταῦτα σπουδῆς ἄξιον ἐνομίσθη τὸ Βραχμάνων ἰδεῖν φῦλον, ἀνδρῶν φιλοσόφων καὶ θεοῖς φίλων, ἡλίῳ δὲ μάλιστα καθωσιωμένων· ἀπέχονται δὲ σαρκοφαγίας πάσης καὶ ὑπαίθριοι τὸν ἀεὶ χρόν…
…ιμος Ἀλκιμάν ὅθεν ὁ Ἀλκμάν, καὶ νέος νεάν, ὅθεν ἡ νεᾶνις καὶ νεανίας. Ἀκαρνάν ὁ ἥρως καὶ ἔθνος πρὸς τῷ Ἀχελῴῳ. Ἀρκτάν ἔθνος Ἠπειρωτικόν. Ῥιανὸς ἐν τετάρτῃ Θεσσαλικῶν. Ἀτιντάν υἱὸς Μακεδόνος καὶ ἔθνος Μακεδονίας. Βραχμάν Ἰνδικὸν ἔθνος σοφώτατον, οὓς καὶ Βράχμας καλοῦσιν. Γινδάν ἔθνος Λιβυκὸν λωτοφάγον «οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐσθίοντες ζῶσι» (Herodot. IV, 177). Δυμάν ὁ υἱὸς Αἰγιμίου, ὡς Ἔφορος αʹ «Αἰγίμιος γὰρ ἦν τῶν περὶ Οἴτην Δωριέων βασιλεύς. ἔσχε δὲ δύο παῖδας Πάμφυλον καὶ Δυ…