Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βρέττος, πόλις Τυρρηνῶν, ἀπὸ Βρέττου τοῦ Ἡρακλέους καὶ Βαλητίας τῆς Βαλήτου. οἱ οἰκοῦντες Βρέττιοι, καὶ ἡ χώρα Βρεττία καὶ ἡ γλῶσσα. Ἀριστοφάνης “μέλαινα δεινὴ γλῶσσα Βρεττία παρῆν”. Ἀντίοχος δὲ τὴν Ἰταλίαν πρῶτόν φησι κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν.
…θιοπίας. τὸ δὲ πέμπτος ἕκτος τὰ ἐπὶ ἀριθμοῦ βαρύνεται. τὸ μέντοι πεμπτός ὀξύνεται τὸ ἐπιθετικὸν καὶ τὸ ἑκτός ὁ ἐχόμενος, ἐκτός δὲ χωρὶς ἐπίρρημα. Τὰ εἰς διπλοῦν 'ττ' βαρύνεται, χωρὶς τῶν Ἀττικῶν, κόττος, λύττος, Βάττος, Βρέττος πόλις Τυρρηνῶν ἀπὸ Βρέττου τοῦ Ἡρακλέους καὶ Βαλητίας τῆς Βαλήτου, Σφῆττος παῖς Τροιζῆνος, τὸ δὲ Σφηττός δῆμος Ἀκαμαντίδος φυλῆς ὀξύνεται. τὰ δὲ Ἀττικὰ ὁμοτονεῖ τοῖς κοινοῖς, ἐξ ὧν γέγονε, κιττός, ὅτι κισσός, τριττός, ὅτι τρισσός. Τὰ εἰς 'τατος' ὑπερθετικὰ προπαροξύνεται, καὶ ὅσα εἰς …