Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βρουσίς, μοῖρα Μακεδονίας, ἀπὸ Βρούσου, Ἠμαθίου παιδός. τὸ ἐθνικὸν Βροῦσοι ὡς Κόλχοι. τινὲς γράφουσι διὰ τοῦ « υ ».
…ύμαις, ὡς Ἐπαφρόδιτος. ἄνυσις. ἐστὶ καὶ πόλις Αἰγύπτου Ἄνυσις. Τὰ μέντοι παρώνυμα χαίρουσι τῇ ὀξείᾳ, Χρύσης Χρυσίς, νῆσος νησίς. Κροῦσις ὁ Μυγδόνος υἱός, Κρουσίς μοῖρα τῆς Μυγδονίας. Στράβων ἑβδόμῃ. Βροῦσος Ἠμαθίου παῖς Βρουσίς μοῖρα Μακεδονίας. τινὲς γράφουσι διὰ τοῦ 'υ'. Κρής καὶ ἀπὸ τῆς Κρητός γενικῆς Κρῆτις καὶ τροπῇ τοῦ 'τ' εἰς 'σ' Κρησίς. Κόρση δούλη βουκόλος Κορσίς νῆσος ἐν τῷ Τυρρηνικῷ πελάγει. Πισίδης Πισίς πόλις καὶ ὄρος Ἀρμενίας ἢ Σουσιανῆς. Ἀρκασίδ…