Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…αι. οἱ δὲ ὅτι ἐν αὐτῇ Ἶσις κλαίουσα Ὄσιριν τὸ διάδημα ἔθηκε· τοῦτο δ´ ἦν βύβλινον, [ἀπὸ] βύβλου τῆς φιλύρης τῆς Αἰγυπτίης, ἧς ἀνέτραφε Νεῖλος ἐν τοῖς ἕλεσι”. τὸ ἐθνικὸν Βύβλιος καὶ Βυβλιάς. εἰσὶ καὶ Βύβλιοι Σκυθικὸν ἔθνος. ἔστι καὶ Βύβλος ἐν τῷ Νείλῳ πόλις ἀσφαλεστάτη. τὸ ἐθνικὸν Βύβλιος, ἢ Βυβλίτης τῷ τύπῳ τῷ Αἰγυπτιακῷ.
…ται τὸ ψύλλος, τὸ δὲ Ψύλλος τὸ ἐπ´ ἔθνους κύριον. τὸ δὲ ἄλλος ὡς ἐπιμεριζόμενον βαρύνεται. Τὰ εἰς 'λος' μετ´ ἐπιπλοκῆς συμφώνου βαρύνεται· εἰ δέ τι εἴη ὀξύτονον, ἐπιθετικὸν ὑπάρχει, ὄτλος, βύβλος καὶ Βύβλος πόλις Φοινίκης. ἔστι καὶ Βύβλος ἐν τῷ Νείλῳ πόλις. βίβλος καὶ Βίβλος ποταμὸς Νάξου· ὄχλος, κόχλος, κύκλος, Ἄσκλος πόλις Ἰταλίας. Διονύσιος ἐν κʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. ἔστι καὶ οὐδέτερον. Τύσκλος πόλις Ἰταλίας. λέγεται καὶ Τυσκλανόν. Ὕβλος βασιλεύς, ἀφ´ οὗ Ὕβλα πόλις Σ…