Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ι οἳ κείνην πόλιν ἀνέρες οἰκήσουσιν, ἀκτῆς Θρηικίης στενυγρὸν παρ´ ἄκρον στόμα πόντου, ἔνθ´ ἰχθὺς ἔλαφός τε νομὸν βόσκουσι τὸν αὐτόν· στέλλειν δ´ ὡς ὤκιστα καὶ εἰς φρένα πάντα λαβόντα. καὶ οὕτως ἐκτίσθη ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος, ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγεμών. καὶ ὅτι οἱ ἐχῖνοι αἰσθητικώτατοι τῶν ἀνέμων ἐκεῖσε. μετωνομάσθη δὲ καὶ Κωνσταντινούπολις καὶ νέα Ῥώμη. τὸ ἐθνικὸν Κωνσταντινοπολίτης, ἄνευ τοῦ « υ ». τὸ ἐθνικὸν τοῦ Βύζας Βυζάντιος διὰ…
…ος Μολοσσῶν, Χαρίδας. τὸ μέντοι Θευδᾶς περισπᾶται ὡς Μητρᾶς, Ζηνᾶς, Πυθᾶς. τὸ δὲ Κερκιδᾶς ἀπὸ συναλοιφῆς. τὸ δὲ...... διὰ τοῦ 'δος' κλίνεται. Τὰ εἰς 'ας' ἐκτεταμένον, ἔχοντα πρὸ τοῦ 'α' ἓν τῶν διπλῶν βαρύνονται, Βύζας ὁ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος καὶ ἔθνος Λιβυκόν, ἀφ´ οὗ ἡ πόλις Βυζάντιον. παρ´ Ἡροδότῳ δὲ ἐν τετάρτῃ (c. 194) διὰ τοῦ 'γ' Γύζαντες. Ἐλίξας, Ἄψας. Πύζας, Ἀρίζας, Ἀνάξας, Γαρτάζας. τὸ μέντοι ὑψᾶς περισπᾶται καὶ τὸ ἑξᾶς ἐπὶ ποσότητος ὄν. * Τὰ εἰς 'θας…