Βωμοί

Stephanos of Byzantium - Ethnika

Βωμοί OCR ✓ Trans ✓ Confirmed ✓
mountain
Entry #199
Greek source: meineke
Meineke: 191.3 | Billerbeck: Β199
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-09
Word count: 54
Source: vol1_464.jpg
Edit
Βωμοί, λόφοι Αἰτωλίας. οἱ κατοικοῦντες Βωμιῆς. Θουκυδίδης τρίτῃ “Βωμιῆς καὶ Καλλιῆς ἐπεβοήθησαν”. ἀλλ´ ἔστιν ἀπὸ τοῦ Βώμιος, ὡς ἀπὸ τοῦ Χήσιος τὸ Χησιεύς. καὶ βωμός ὁ τόπος τῶν θυσιῶν, ὁ πρὸς τὴν ἐσχάραν διάφορος· ὁ μὲν γὰρ οἰκοδομητός, ἡ δὲ σκαπτή. τὸ τοπικὸν βώμιος καὶ κατὰ παραγωγὴν βωμιαῖος. Σοφοκλῆς Αἰχμαλώτισι “καὶ βωμιαῖον ἐσχάρας λαβὼν [λίθον]”.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.131
char LCS 55 (19.5%) · word LCS 8 (14.5%)
Stephanos
…μιῆς καὶ Καλλιῆς ἐπεβοήθησαν”. ἀλλ´ ἔστιν ἀπὸ τοῦ Βώμιος, ὡς ἀπὸ τοῦ Χήσιος τὸ Χησιεύς. καὶ βωμός ὁ τόπος τῶν θυσιῶν, ὁ πρὸς τὴν ἐσχάραν διάφορος· ὁ μὲν γὰρ οἰκοδομητός, ἡ δὲ σκαπτή. τὸ τοπικὸν βώμιος καὶ κατὰ παραγωγὴν βωμιαῖος. Σοφοκλῆς Αἰχμαλώτισι “καὶ βωμιαῖον ἐσχάρας λαβὼν [λίθον]”.
Herodian
…, ὅπου τιμᾶται. Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ «καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσι ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν». Κλεωναῖος «Κλεωναίοιο χάρωνος». βωμιαῖος. Σοφοκλῆς Αἰχμαλωτίσι «καὶ βωμιαῖον ἐσχάρας λαβὼν λίθον». Ναβαταῖος ἔθνος τῶν εὐδαιμόνων Ἀράβων ἀπὸ Ναβάτου τινός. Παραυαῖοι ἔθνος Θεσπρωτικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν «σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας». καλοῦνται δὲ ἀπὸ τοῦ παρὰ τὸν Αὖον ποταμὸν οἰκεῖσθαι. Τιλα…