Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γάβα, πόλις Γαλιλαίας. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Γαβαηνός, ὡς αὐτὸς Ἰώσηπος.
…Ἰουδαίας. Ἰώσηπος ἕκτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας ( 12, 1 et 4). Κύρβα πόλις Κρήτης ἡ ὕστερον Ἱεράπυτνα, Ὕβα δῆμος τῆς Λεοντίδος φυλῆς. τινὲς δὲ τὸν δῆμον Ὑβάδαι λέγουσι. Δόλβα πόλις τῆς Ἀδιαβηνῆς. Ἀρριανὸς γʹ Παρθικῶν. Γάβα πόλις Γαλιλαίας. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας (c. 2). Γάββα πόλις Συρίας. Θίβα μία τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀναιρεθεισῶν, ὅθεν ἐκλήθη Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ. Ἄρυββα. Ἀνάζαρβα πόλις Κιλικίας. Σίσυρβα Ἀμαζὼν καὶ ἀπ´ αὐτῆς μέρος Ἐφέσου. * Τὰ εἰς 'γα' βαρύνεται, …